Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
70 καὶ προσέγραψανAfter προσέγραψαν the MSS. have ἐν τῷ δόγματι· Blass brackets. ἐξεῖναι τῷ βουλομένῳ τῶν Ἑλλήνων ἐν τρισὶ μησὶν εἰς τὴν αὐτὴν στήλην ἀναγράφεσθαι μετʼ Ἀθηναιων καὶ μετέχειν τῶν ὅρκων καὶ τῶν συνθηκῶν, δύο τὰ μέγιστα προκαταλαμβάνοντες, πρῶτον μὲν τὸν χρόνον τὸν τῆς τριμήνου ταῖς τῶν Ἑλλήνων πρεσβείαις ἱκανὸν παραγενέσθαι κατασκευάζοντες, ἔπειτα τὴν τῶν Ἑλλήνων εὔνοιαν τῇ πόλει μετὰ κοινοῦ συνεδρίου κτώμενοι, ἵνʼ εἰ παραβαίνοιντο αἱ συνθῆκαι, μὴ μόνοι μηδʼ ἀπαράσκευοι πολεμήσαιμεν, ὃ ὃ Cobet: ἃ MSS. νῦν ἡμῖν παθεῖν συνέβη διὰ Δημοσθένην. ὅτι δʼ ἀληθῆ λέγω, ἐξ αὐτοῦ τοῦ δόγματος ἀκούσαντες μαθήσεσθε.
71 Δόγμα Συμμάχων
71 τούτῳ τῷ δόγματι συνειπεῖν ὁμολογῶ, καὶ πάντες οἱ ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγοροῦντες· καὶ ὁ δῆμος ἀπῆλθε τοιοῦτόν τι ὑπειληφώς, τοιοῦτόν τι ὑπειληφώς Weidner [cp. i. 49]: τοιαύτην τινὰ δόξαν εἰληφώς [ or ὑπειληφώς] MSS. ὡς ἔσται μὲν ἡ εἰρήνη [περὶ δὲ συμμαχίας οὐκ ἄμεινον εἴη διὰ τὴν τῶν Ἑλλήνων παράκλησιν βουλεύσασθαι], ἔσται δὲ κοινῇ μετὰ τῶν Ἑλλήνων ἁπάντων. νὺξ ἐν μέσῳ, καὶ παρῆμεν τῇ ὑστεραίᾳ εἰς τὴν ἐκκλησίαν. ἐνταῦθα δὴ προκαταλαβὼν Δημοσθένης τὸ βῆμα, οὐδενὶ τῶν ἄλλων παραλιπὼν λόγον, οὐδὲν ὄφελος ἔφη τῶν χθὲς εἰρημένων εἶναι λόγων, εἰ ταῦθʼ οἱ Φιλίππου μὴ συμπεισθήσονται πρέσβεις, οὐδὲ γιγνώσκειν ἔφη τὴν εἰρήνην ἀπούσης συμμαχίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi