Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
57 κἂν ὅ τε θεοὶ θέλωσι καὶ οἱ δικασταὶ ἐξ ἴσου ἡμῶν ἀκούωσι κἀγὼ δύνωμαι ἀπομνημονεῦσαι ἅ σοι σύνοιδα, πάνυ προσδοκῶ ἐπιδείξειν τοῖς δικασταῖς τῆς μὲν σωτηρίας τῇ πόλει τοὺς θεοὺς αἰτίους γεγενημένους καὶ τοὺς φιλανθρώπως καὶ μετρίως τοῖς τῆς πόλεως πράγμασι χρησαμένους, τῶν δὲ ἀτυχημάτων ἁπάντων Δημοσθένην. Δημοσθένην Taylor: the MSS. have αἴτιον γεγενημένον or γεγενημένον αἴτιον after Δημοσθένην. καὶ χρήσομαι τῇ τοῦ λόγου τάξει ταύτῃ ᾗ τοῦτον πυνθάνομαι μέλλειν, μέλλειν Weidner: μέλλειν ποιεῖσθαι or ποιεῖθαι μέλλειν MSS. λέξω δὲ πρῶτον περὶ τοῦ πρώτου καιροῦ, καὶ δεύτερον περὶ τοῦ δευτέρου, καὶ τρίτου περὶ τοῦ ἐφεξῆς, καὶ τέταρτον περὶ τῶν νυνὶ καθεστηκότων πραγμάτων. καὶ δὴ ἐπανάγω ἐμαυτὸν ἐπὶ τὴν εἰρήνην ἣν σὺ καὶ Φιλοκράτης ἐγράψατε.
58 ὑμῖν γὰρ ἐξεγένετʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν προτέραν ἐκείνην εἰρήνην ποιήσασθαι μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων, εἴ τινες ὑμᾶς εἴασαν περιμεῖναι τὰς πρεσβείας ἃς ἦτε ἐκπεπομφότες κατʼ ἐκεῖνον τὸν καιρὸν εἰς τὴν Ἑλλάδα, παρακαλοῦντες ἐπὶ Φίλιππον, Φίλιππον Dobree: Φίλιππον μετασχεῖν Ἑλληνικοῦ συνεδρίου MSS. καὶ προϊόντος τοῦ χρόνου παρʼ ἑκόντων τῶν Ἑλλήνων ἀπολαβεῖν τὴν ἡγεμονίαν· καὶ τούτων ἀπεστερήθητε διὰ Δημοσθένην καὶ Φιλοκράτην καὶ τὰς τούτων δωροδοκίας, ἃς ἐδωροδόκησαν συστάντες ἐπὶ τὸ δημόσιον τὸ ὑμέτερον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi