Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
28 ναί, ἀλλʼ ἀντιδιαπλέκει πρὸς τοῦτο εὐθὺς λέγων ὡς οὔτʼ ἔλαχε τειχοποιὸς οὔτʼ ἐχειροτονήθη ὑπὸ τοῦ δήμου. καὶ περὶ τούτου Δημοσθένης μὲν καὶ Κτησιφῶν πολὺν ποιήσονται λόγον· ὁ δέ γε νόμος βραχὺς καὶ σαφὴς καὶ ταχὺ λύων τὰς τούτων τέχνας. μικρὰ δὲ ὑμῖν ὑπὲρ αὐτῶν πρῶτον προειπεῖν βούλομαι.
29 ἔστι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τὰς ἀρχὰς εἴδη τρία, ὧν ἓν μὲν καὶ πᾶσι φανερώτατον οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ ἄρχοντες, δεύτερον δὲ ὅσοι τι διαχειρίζουσι τῶν τῆς πόλεως ὑπὲρ τριάκοντα ἡμέρας καὶ οἱ διαχειρίζειν Scheibe: διαχειρίζειν τούτους αἱρετοὺς ἄρχοντας εἶναι MSS. τῶν δημοσίων ἔργων ἐπιστάται, τρίτον δʼ ἐν τῷ νόμῳ γέγραπται, καὶ εἴ τινες ἄλλοι ἡγεμονίας δικαστηρίων λαμβάνουσι, καὶ τούτους ἄρχειν δοκιμασθέντας.
30 ἐπειδὰν δʼ ἀφέλῃ τις τοὺς ὑπὸ τοῦ δήμου κεχειροτονημένους καὶ τοὺς κληρωτοὺς ἄρχοντας, καταλείπονται οὓς αἱ φυλαὶ καὶ αἱ τριττύες καὶ οἱ δῆμοι ἐξ ἑαυτῶν αἱροῦνται τὰ δημόσια χρήματα διαχειρίζειν. ἄλλοι Cobet: ἄλλοι αἱρετοὶ MSS. τοῦτο δὲ γίγνεται, ὅταν, ὥσπερ νῦν, ἐπιταχθῇ τι ταῖς φυλαῖς, ἢ τάφρους ἐξεργάζεσθαι ἢ τριήρεις ναυπηγεῖσθαι. ὅτι δὲ ἀληθῆ λέγω, ἐξ αὐτῶν τῶν νόμων μαθήσεσθε.
31 Νόμοι

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi