Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
22 ἵνα δὲ μὴ μακρολογῶ τὴν τούτου διεξιὼν ὑπερηφανίαν, ὡς τάχιστα ἥκομεν εἰς Μακεδονίαν, συνετάξαμεν πρὸς πρὸς added by Reiske. ἡμᾶς αὐτούς, ὅταν προσίωμεν Φιλίππῳ, τὸν πρεσβύτατον πρῶτον τὸν πρεσβύτατον πρῶτον Herwerden: τοὺς πρεσβυτάτους πρώτους MSS. λέγειν καὶ τοὺς λοιποὺς καθʼ ἡλικίαν· ἐτύγχανε δʼ ἡμῶν νεώτατος ὤν, ὡς ἔφη, Δημοσθένης. ἐπειδὴ δὲ εἰσεκλήθημεν,—καὶ τούτοις ἤδη μοι σφόδρα προσέχετε τὸν νοῦν· ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου τἀνθρώπου Markland: ἀνθρώπου MSS. φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατʼ ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων, ἃς οὐδʼ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο. τοὺς γὰρ τῆς πόλεως ἅλας καὶ τὴν δημοσίαν τράπεζαν περὶ πλείστου δή φησι ποιεῖσθαι, οὐκ ὢν ἐπιχώριος, εἰρήσεται γάρ, οὐδʼ ἐγγενής.
23 ἡμεῖς δέ, οἷς ἱερὰ καὶ τάφοι προγόνων ὑπάρχουσιν ἐν τῇ πατρίδι, καὶ διατριβαὶ καὶ συνήθειαι μεθʼ ὑμῶν ἐλευθέριοι, καὶ γάμοι κατὰ τοὺς νόμους καὶ κηδεσταὶ καὶ τέκνα, Ἀθήνησι μὲν ἦμεν ἄξιοι τῆς ὑμετέρας πίστεως, οὐ γὰρ ἄν ποτε ἡμᾶς εἵλεσθε, ἐλθόντες δʼ εἰς Μακεδονίαν ἐξαίφνης ἐγενόμεθα προδόται. ὁ δὲ οὐδὲν ἄπρατον ἔχων μέρος τοῦ σώματος, Many MSS. add οὐδ’ ὅθεν τὴν φωνὴν προΐεται (cp. § 88): Blass brackets. ὡς ὢν Ἀριστείδης, Ἀριστείδης ὁ τοὺς φόρους τάξας τοῖς Ἕλλησιν MSS., Blass: Scheibe and Weidner omit ὁ . . . Ἕλλησιν, as adapted from Aeschin. 3.258. ὁ δίκαιος ἐπικαλούμενος, δυσχεραίνει καὶ καταπτύει δωροδοκίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi