Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
179 κἀμοὶ κἀμοὶ Hamaker · κἀμοὶ μὲν οἱ MSS . συνδεησόμενοι πάρεισιν ὑμῶν πατὴρ μέν, οὗ τὰς τοῦ γήρως ἐλπίδας μὴ ἀφέλησθε, ἀδελφοὶ δέ, οἳ διαζυγέντες ἐμοῦ ζῆν οὐκ ἂν προέλοιντο, κηδεσταὶ δὲ καὶ ταυτὶ τὰ μικρὰ παιδία καὶ τοὺς μὲν τοὺς μὲν Blass: the MSS. have μὲν after μικρὰ or after ταυτὶ ( one MS. omits). κινδύνους οὔπω συνιέντα, ἐλεινὰ δέ, εἴ τι συμβήσεται ἡμῖν παθεῖν. ὑπὲρ ὧν ἐγὼ δέομαι καὶ ἱκετεύω πολλὴν πρόνοιαν πρόνοιαν Blass ( Aldus): the MSS. have ὑμᾶς, ἡμῖν, or ἡμῶν before πρόνοιαν, or ἡυῶν after ποόνοιαν. ποιήσασθαι, καὶ μὴ τοῖς ἐχθροῖς αὐτοὺς μηδʼ ἀνάνδρῳ καὶ γυναικείῳ τὴν ὀργὴν ἀνθρώπῳ παραδοῦναι.
180 παρακαλῶ δὲ καὶ ἱκετεύω σῶαί με πρῶτον μὲν τοὺς θεούς, δεύτερον δʼ ὑμᾶς τοὺς τῆς ψήφου κυρίους, οἷς ἐγὼ πρὸς ἕκαστον τῶν κατηγορημένων εἰς μνήμην εἶναι τὴν ἐμὴν ἀπολελόγημαι, καὶ δέομαι σῶσαί με καὶ μὴ τῷ λογογράφῳ καὶ Σκύθῃ παραδοῦναι, ὅσοι μὲν ὑμῶν πατέρες εἰσὶ παίδων ἢ νεωτέρους ἀδελφοὺς περὶ πολλοῦ ποιεῖσθε, ἀναμνησθέντες, ὅτι τὴν τῆς σωφροσύνης παράκλησιν διὰ τῆς περὶ Τίμαρχον κρίσεως ἀειμνήστως παρακέκληκα,
181 τοὺς δʼ ἄλλους ἅπαντας, οἷς ἐμαυτὸν ἄλυπον παρέσχημαι, τὴν μὲν τύχην ἰδιώτης ὢν καὶ τοῖς μετρίοις ὑμῶν ὅμοιος, ἐν δὲ τοῖς πολιτικοῖς ἀγῶσι μόνος τῶν ἄλλων ἐφʼ ὑμᾶς οὐ συνεστηκώς, αἰτῶ παρʼ ὑμῶν τὴν σωτηρίαν, μετὰ πάσης εὐνοίας τῇ πόλει πεπρεσβευκώς, καὶ μόνος ὑπομείνας τὸν τῶν συκοφαντῶν θόρυβον, ὃν ἤδη πολλοὶ τῶν τὰς ψυχὰς ἐν τοῖς πολέμοις λαμπρῶν οὐχ ὑπέστησαν. οὐ γὰρ ὁ θάνατος δεινόν, ἀλλʼ ἡ περὶ τὴν τελευτὴν ὕβρις. ὕβρις Cobet: ὕβρις φοβερά MSS.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi