138
πότερον οὖν ἐγὼ τοὺς προγόνους ἐκώλυσα τὸν δῆμον μιμεῖσθαι, ἢ σὺ καὶ οἱ μετὰ σοῦ συνεστηκότες ἐπὶ τὰ κοινά; καὶ πότερον ἦν ἀσφαλεστέρα καὶ καλλίων Ἀθηναίοις ἡ ἔξοδος, ἡνίκα ἤκμαζον μὲν μὲν Dobree: ἐν MSS. τῇ μανίᾳ Φωκεῖς, ἐπολέμουν δὲ Φιλίππῳ, εἶχον δὲ Ἀλπωνὸν καὶ Νίκαιαν, οὔπω παραδόντος Φαλαίκου Μακεδόσι, τὰς σπονδὰς δὲ οἷς ἐμέλλομεν βοηθεῖν τὰς μυστηριώτιδας οὐκ ἐδέχοντο, Θηβαίους δʼ ὄπισθεν κατελείπομεν, κατελείπομεν Bekker: κατελίπομεν MSS. ἢ μεταπεμπομένου μὲν Φιλίππου, ὅρκων δʼ ἡμῖν καὶ συμμαχίας γεγενημένης, Θετταλῶν δὲ καὶ τῶν ἄλλων Ἀμφικτυόνων στρατευόντων;
139
οὐ πολλῷ καλλίων οὗτος ἦν ὁ καιρὸς ἐκείνου, ἐν ᾧ διὰ τὴν σὴν ἀνανδρίαν καὶ ἅμα φθόνον ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Ἀθηναῖοι, πρεσβεύοντος ἐμοῦ τὴν τρίτην ἤδη πρεσβείαν τὴν τὴν added by Franke. ἐπὶ τὸ κοινὸν τῶν Ἀμφικτυόνων, ἐφʼ ἣν τολμᾶς με λέγειν ὡς οὐ χειροτονηθεὶς ᾠχόμην, ἐχθρὸς δʼ ὢν οὐδέπω οὐδέπω Blass: οὔπω MSS. καὶ τήμερον ἠθέληκάς με εἰσαγγεῖλαι παραπρεσβεύσασθαι; οὐ γὰρ δὴ φθονεῖς γέ μοι τῶν εἰς τὸ σῶμα τιμημάτων.
140
τοιγάρτοι Θηβαίων μὲν παρακαθημένων καὶ δεομένων, τῆς δʼ ἡμετέρας πόλεως διὰ σὲ τεθορυβημένης καὶ τῶν Ἀθηναίων ὁπλιτῶν οὐ παρόντων, Θετταλῶν δὲ Θηβαίοις προσθεμένων διὰ τὴν ὑμετέραν ἀβουλίαν καὶ τὴν πρὸς Φωκέας ἔχθραν, ἣ προϋπῆρχε Θετταλοῖς ἐκ παλαιῶς χρόνων, ὅτε αὐτῶν τοὺς ὁμήρους λαβόντες Φωκεῖς κατηλόησαν, Φαλαίκου δὲ πρὶν ἐμὲ ἐλθεῖν καὶ Στέφανον καὶ Δερκύλον καὶ τοὺς ἄλλους ἄλλους Blass: Ἀμφικτύονας MSS. πρέσβεις ἀπεληλυθότος ὑποσπόνδου,