Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
101 ὡς δʼ ἦμεν ἐν Μακεδονίᾳ καὶ συνήλθομεν εἰς ταὐτόν, καὶ Φίλιππον ἐκ Θρᾴκης παρόντα κατειλήφεμεν, ἀνεγνώσθη μὲν τὸ ψήφισμα καθʼ ὃ ἐπρεσβεύομεν, καὶ τὰ προστεταγμένα ἡμῖν πρὸς τῷ τοὺς ὅρκους ἀπολαβεῖν συνηριθμούμεθα· ὡς δὲ οὐδεὶς ὑπὲρ τῶν μεγίστων ἐμέμνητο, ἀλλὰ περὶ πραγμάτων ἐλαττόνων τὴν διατριβὴν ἐποιοῦντο, εἶπον ἐγὼ λόγους, οὓς ἀναγκαῖόν ἐστι πρὸς ὑμᾶς ῥηθῆναι.
102 καὶ πρὸς τῶν θεῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ καὶ τῆς κατηγορίας ἠκούσατε ὡς αὐτὸς ὁ κατήγορος ἐβούλετο εἰπεῖν, οὕτω καὶ τῆς ἀπολογίας εὐτάκτως ἀκούσατε, καὶ τὸν αὐτόν μοι τρόπον διαμείνατε, ὅνπερ ἐξ ἀρχῆς ἐν τοῖς προειρημένοις ἤδη λόγοις ἠκροᾶσθε. ὅπερ γὰρ καὶ ἀρτίως ὑπεθέμην, ὦ ἄνδρες Ἀθηναῖοι, εἶπον συνειλεγμένων τῶν πρέσβεων, ὅτι μοι δοκοῖεν τὸ μέγιστον πρόσταγμα τοῦ δήμου δεινῶς ἀγνοεῖν.
103 τὸ μὲν γὰρ τοὺς ὅρκους ἀπολαβεῖν, καὶ περὶ τῶν ἄλλων διαλεχθῆναι, καὶ περὶ τῶν αἰχμαλώτων εἰπεῖν, κἂν εἰ τοὺς ὑπηρέτας ἔπεμψεν ἡ πόλις περιθεῖσα πίστιν αὐτοῖς, ἅπαντʼ ἂν πραχθῆναι νομίζω· τὸ δὲ ὑπὲρ τῶν ὅλων ὀρθῶς βουλεύσασθαι, ὅσα καθʼ ἡμᾶς ἐστιν ἢ Φίλιππον, τοῦτο ἤδη ἔργον ἐστὶ πρέσβεων φρονίμων. λέγω δέ, ἔφην ἐγώ, περὶ τῆς εἰς Πύλας στρατείας, ἣν ὁρᾶτε οὖσαν ἐν παρασκευῇ. ὅτι δὲ οὐ κακῶς στοχάζομαι περὶ τοῦ πράγματος, μεγάλα τούτων ὑμῖν σημεῖα δείξω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi