Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
6 παράδοξος δέ μοι κἀκεῖνος ὁ λόγος ἐφάνη καὶ δεινῶς ἄδικος, ὅθʼ ὑμᾶς ἐπηρώτα, εἰ οἷόν τʼ ἐστὶν ἐν τῇ αὐτῇ πόλει Φιλοκράτους μὲν θάνατον καταψηφίσασθαι, ὅτι καταγνοὺς ἑαυτοῦ ἀδικεῖν τὴν κρίσιν οὐχ ὑπέμεινεν, ἐμοῦ δʼ ἀπογνῶναι. ἐγὼ δʼ ἐπʼ αὐτῷ τούτῳ δικαίως ἂν ὑπολαμβάνω μάλιστα σῴζεσθαι· εἰ γὰρ ὁ καταγνοὺς ἑαυτοῦ καὶ μὴ παρὼν ἀδικεῖ, ὅ γε ἀπογνοὺς καὶ τὸ σῶμα τοῖς νόμοις καὶ τοῖς πολίταις παραδοὺς οὐκ ἀδικεῖ.
7 περὶ δὲ τῆς ἄλλης κατηγορίας δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐάν τι παραλίπω καὶ μὴ μνησθῶ, ἐπερωτᾶν με καὶ δηλοῦν ὅ τι ἂν ποθῆτε ἀκοῦσαι, μηδὲν προκατεγνωκότας, προκατεγνωκότας Hamaker: προκατεγνακότας ὡς ἀδικῶ MSS. ἀλλʼ ἴσῃ τῇ εὐνοίᾳ ἀκούοντας. ἀπορῶ δʼ ὁπόθεν χρὴ πρῶτον ἄρξασθαι, διὰ τὴν ἀνωμαλίαν τῆς κατηγορίας. σκέψασθε δʼ ἂν ὑμῖν εἰκός τι πρᾶγμα δόξω πάσχειν.
8 εἰμὶ μὲν γὰρ ὁ κινδυνεύων ἐγὼ νυνὶ περὶ τοῦ σώματος, τῆς δὲ κατηγορίας τὴν πλείστην πεποίηται Φιλοκράτους καὶ Φρύνωνος καὶ τῶν ἄλλων συμπρέσβεων, καὶ Φιλίππου καὶ τῆς εἰρήνης καὶ τῶν Εὐβούλου πολιτευμάτων, ἐν ἅπασι δὲ τούτοις ἐγὼ τέταγμαι. μόνος δʼ ἐν τῷ λόγῳ φαίνεται κηδεμὼν τῆς πόλεως Δημοσθένης, οἱ δʼ ἄλλοι προδόται· διατετέλεκε γὰρ εἰς ἡμᾶς ὑβρίζων, καὶ λοιδορίας ψευδεῖς οὐκ ἐμοὶ μόνον λοιδορούμενος, ἀλλὰ καὶ τοῖς ἄλλοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi