Thesauros Edebiyat Hitabet Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
29 καὶ μετὰ ταῦτα ἤδη δέησιν ἰσχυρὰν ἐποιεῖτο καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῆς ἀρχῆς καὶ ὅλως ὑπὲρ τῆς σωτηρίας. ἀκούσας δὲ ταῦτα Ἰφικράτης ἐξήλασε Παυσανίαν ἐκ Μακεδονίας, καὶ τὴν δυναστείαν ὑμῖν ἔσωσε. καὶ μετὰ ταῦτα εἶπον περὶ Πτολεμαίου, ὃς ἦν ἐπίτροπος καθεστηκὼς τῶν πραγμάτων, ὡς ἀχάριστον καὶ δεινὸν ἔργον διεπράξατο, διδάσκων ὅτι πρῶτον μὲν ὑπὲρ Ἀμφιπόλεως ἀντέπραττε τῇ πόλει, καὶ πρὸς Θηβαίους διαφερομένων Ἀθηναίων συμμαχίαν ἐποιήσατο, καὶ πάλιν ὡς Περδίκκας εἰς τὴν ἀρχὴν καταστὰς ὑπὲρ Ἀμφιπόλεως ἐπολέμησε τῇ πόλει.
30 καὶ τὴν ὑμετέραν ἠδικημένων ὅμως φιλανθρωπίαν διεξῄειν, λέγων ὅτι κρατοῦντες τῷ πολέμῳ Περδίκκαν Καλλισθένους ἡγουμένου, ἡγουμένου Baiter: ἡγουμένου Ἀθηναίων or Ἀθηναίων ἡγουμένου MSS. ἀνοχὰς πρὸς αὐτὸν ἐποιήσασθε, ἀεί τινος προσδοκῶντες τῶν δικαίων τεύξεσθαι. καὶ τὴν διαβολὴν ταύτην ἐπειρώμην λύειν, διδάσκων ὅτι Καλλισθένην ὁ δῆμος ἀπέκτεινεν, οὐ διὰ τὰς πρὸς Περδίκκαν ἀνοχάς, ἀλλὰ διʼ ἑτέρας αἰτίας. καὶ πάλιν οὐκ ὤκνουν κατʼ αὐτοῦ λέγειν Φιλίππου, ἐπιτιμῶν ὅτι τὴν ἐκδοχὴν ἐποιήσατο τοῦ τοῦ . . . πόλιν Blass: τοῦ after πόλιν MSS. πρὸς τὴν πόλιν πολέμου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi