Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
174 καὶ περιστήσειν τῷ μὲν φεύγοντι φεύγοντι Blass (Suidas under the word δεῦρο) · φυγόντι MSS. θαρρεῖν, ὅταν αὐτὸς δεῦρο παρέλθῃ, ἐκπεπλῆχθαι δὲ τῷ κατηγόρῳ καὶ πεφοβῆσθαι περὶ αὑτοῦ, τοσούτους δὲ καὶ τηλικούτους ἐκκαλεῖσθαι ἐκκαλεῖσθαι Cobet: ἐκκαλέσεσθαι or ἐκκαλέσασθαι MSS. παρὰ τῶν δικαστῶν θορύβους, παρεμβάλλων τὰς ἐμὰς δημηγορίας καὶ ψέγων τὴν εἰρήνην τὴν διʼ ἐμοῦ καὶ Φιλοκράτους γεγενημένην, ὥστʼ οὐδὲ ἀπαντήσεσθαί με ἐπὶ τὸ δικαστήριον ἀπολογησόμενον, ὅταν τῆς πρεσβείας τὰς εὐθύνας διδῶ, ἀλλʼ ἀγαπήσειν, ἐὰν μετρίῳ τιμήματι περιπέσω καὶ μὴ θανάτῳ ζημιῶμαι.
175 μηδενὶ δὴ τρόπῳ καθʼ ὑμῶν αὐτῶν γέλωτα τῷ σοφιστῇ καὶ διατριβὴν παράσχητε, ἀλλʼ ὑπολαμβάνεθʼ ὁρᾶν εἰσεληλυθότα ἀπὸ τοῦ δικαστηρίου οἴκαδε καὶ σεμνυνόμενον ἐν τῇ τῶν μειρακίων διατριβῇ, καὶ διεξιόντα, ὡς εὖ τὸ πρᾶγμα ὑφείλετο τῶν δικαστῶν· ἀπαγαγὼν γὰρ αὐτοὺς ἀπὸ τῶν περὶ Τίμαρχον αἰτιῶν, ἐπέστησα φέρων ἐπὶ τὸν κατήγορον καὶ Φίλιππον καὶ Φωκέας, καὶ φόβους ἐπήρτησα τοῖς ἀκροωμένοις, ὥσθʼ ὁ μὲν φεύγων κατηγόρει, ὁ δὲ κατηγορῶν ἐκρίνετο, οἱ δὲ δικασταί, ὧν μὲν ἦσαν κριταί, κριταί Herwerden: δικασταί MSS. ἐπελάθοντο, ὧν δʼ οὐκ ἦσαν, ἦσαν Franke, Herwerden: ἦσαν κριταί MSS. περὶ τούτων ἤκουον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi