Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
164 ἀλλʼ οὐχ οὗτος, ἀλλʼ ὁ μισθωθεὶς δικάζεται. λεγέτω δὴ παρελθών, ἢ ἢ added by Blass. ὁ σοφὸς Βάταλος ὑπὲρ αὐτοῦ, ἵνʼ εἰδῶμεν τί ποτʼ ἐρεῖ. ἄνδρες δικασταί, ἐμισθώσατό με ἑταιρεῖν αὑτῷ ἀργυρίου ὁστισδηποτοῦν. οὐδὲν γὰρ διαφέρει· διαφέρει Hamaker: διαφέρει οὕτως εἰρῆσθαι MSS. κἀγὼ μὲν ἅπαντα καὶ πεποίηκα καὶ ἔτι καὶ νῦν ποιῶ κατὰ τὸ γραμματεῖον, ἃ χρὴ ποιεῖν τὸν ἑταιροῦντα· οὗτος δὲ ὑπερβαίνει τὰς συνθήκας. ἔπειτʼ οὐ πολλὴ κραυγὴ παρὰ τῶν δικαστῶν αὐτῷ ἀπαντήσεται; τίς γὰρ οὐκ ἐρεῖ· ἔπειτα ἐμβάλλεις ἐμβάλλεις Bremi: ἐμβαλλεῖς, or ἐμβάλλῃ MSS. εἰς τὴν ἀγοράν, ἢ στεφανοῖ, ἢ πράττεις τι τῶν αὐτῶν ἡμῖν; οὐκοῦν οὐδὲν ὄφελος τῆς συγγραφῆς.
165 πόθεν οὖν ἴσχυκε καὶ σύνηθες γεγένηται λέγειν, ὡς κατὰ γραμματεῖον ἤδη τινὲς ἡταίρησαν, ἐρῶ. ἐρῶ Blass: ἤδη ἐρῶ MSS. ἀνὴρ εἷς τῶν πολιτῶν (τὸ δʼ ὄνομα οὐ λέξω· τὰς γὰρ ἀπεχθείας φεύγω) οὐδὲν προϊδόμενος ὧν ὀλίγῳ πρότερον ἐγὼ διεξῆλθον πρὸς ὑμᾶς, λέγεται κατὰ συνθήκας ἡταιρηκέναι τὰς παρʼ Ἀντικλεῖ κειμένας· οὐκ ὢν δʼ δ’ added by Bekker. ἰδιώτης, ἀλλὰ πρὸς τὰ κοινὰ προσιὼν καὶ λοιδορίαις περιπίπτων, εἰς συνήθειαν ἐποίησε τοῦ λόγου τούτου τὴν πόλιν καταστῆναι, καὶ διὰ τοῦτο ἐρωτῶσί τινες, εἰ κατὰ γραμματεῖον ἡ πρᾶξις γεγένηται. ὁ δὲ νομοθέτης οὐχ ὅπως τὸ πρᾶγμα γεγένηται ἐφρόντισεν, ἀλλʼ ἐὰν ὁπωσοῦν μίσθωσις γένηται, κατέγνωκε τοῦ πράξαντος αἰσχύνην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi