Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
151 ὁ τοίνυν οὐδενὸς ἧττον σοφὸς τῶν ποιητῶν Εὐριπίδης, ἕν τι τῶν καλλίστων ὑπολαμβάνων εἶναι τὸ σωφρόνως ἐρᾶν, ἐν εὐχῆς μέρει τὸν ἔρωτα ποιούμενος λέγει που· ὁ δʼ εἰς τὸ σῶφρον ἐπʼ ἀρετήν τʼ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ. Euripides, Sthenoboea: Nauck 672.
152 πάλιν τοίνυν ὁ αὐτὸς ἐν τῷ Φοίνικι ἀποφαίνεται, ὑπὲρ τῆς γεγενημένης αὐτῷ πρὸς τὸν πατέρα διαβολῆς ἀπολογούμενος, καὶ ἀπεθίζων τοὺς ἀνθρώπους μὴ ἐξ ὑποψίας μηδʼ ἐκ διαβολῆς, ἀλλʼ ἐκ τοῦ βίου, τὰς κρίσεις ποιεῖσθαι· ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτής, καὶ πόλλʼ ἁμιλληθέντα μαρτύρων ὕπο τἀναντίʼ ἔγνων συμφορᾶς μιᾶς πέρι. κἀγὼ μὲν οὕτω, χὤστις ἔστʼ ἀνὴρ σοφός, λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν σκοπῶν δίαιτάν θʼ, θ’ added by Boissonade from an ancient quotation. ἥντινʼ ἡμερεύεται. ἡμερεύεται Gainsford: ἐμπορεύεται MSS. ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ἐσθ’ οἵοισπερ ἥδεται H. Wolf: ἔστιν οἵσπερ ἥδεται or ἔστιν ἕκαστος οἷσπερ ἥδεται MSS. ξυνών. Euripides, Phoenix: Nauck 812.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi