Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
61 καὶ περιστάντες ἐδέοντο τοῦ Πιτταλάκου ἀναστῆναι, λέγοντες ὅτι τὸ ὅλον πρᾶγμα παροινία γέγονεν, καὶ αὐτὸς οὗτος, οὔπω μὰ Δία ὥσπερ νῦν ἀργαλέος ὢν τὴν ὄψιν, ἀλλʼ ἔτι χρήσιμος, ὑπογενειάζων τὸν ἄνθρωπον καὶ πάντα φάσκων πράξειν ἃ ἂν ἐκείνῳ συνδοκῇ. πέρας πείθουσιν ἀναστῆναι ἀπὸ τοῦ βωμοῦ, Blass brackets τὸν ἄνθρωπον which the MSS. have before or after ἀπὸ τοῦ βωμοῦ. ὡς τευξόμενόν τινος τῶν δικαίων. ὡς δʼ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς, οὐκέτι προσεῖχον αὐτῷ τὸν νοῦν.
62 βαρέως δὲ φέρων τὴν ὕβριν αὐτῶν ὁ ἄνθρωπος, δίκην ἑκατέρῳ αὐτῶν λαγχάνει.
62 ὅτε δʼ ἐδικάζετο, ἄλλην ἄλλην added by the editor. σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου· ἄνθρωπον οὐδὲν αὐτὸν ἠδικηκότα, ἀλλὰ τὸ ἐναντίον ἠδικημένον, οὐδὲ προσήκοντα αὐτῷ, ἀλλὰ δημόσιον οἰκέτην τῆς πόλεως, ἦγεν εἰς δουλείαν φάσκων ἑαυτοῦ εἶναι. εἶναι Sakorraphos: εἶναι δοῦλον MSS. ἐν παντὶ δὲ κακοῦ κακοῦ Blomfield: κακῷ MSS. γενόμενος ὁ Πιττάλακος προσπίπτει ἀνδρὶ καὶ μάλα χρηστῷ. ἔστι τις Γλαύκων Χολαργεύς· οὗτος αὐτὸν ἀφαιρεῖται εἰς ἐλευθερίαν.
63 τὸ δὲ μετὰ τοῦτο δικῶν λήξεις ἐποιήσαντο. προϊόντος δὲ τοῦ χρόνου ἐπέτρεψαν διαγνῶναι τὸ πρᾶγμα Διοπείθει τῷ Σουνιεῖ, δημότῃ τε ὄντι τοῦ Ἡγησάνδρου, καὶ ἤδη ποτὲ καὶ χρησαμένῳ, ὅτʼ ἦν ἐν ἡλικίᾳ· παραλαβὼν δὲ τὸ πρᾶγμα ὁ Διοπείθης ἀνεβάλλετο χαριζόμενος τούτοις χρόνους ἐκ χρόνων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi