Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
58 ὡς δʼ ἀπήλλακτο μὲν παρὰ τοῦ Πιτταλάκου, ἀνείληπτο δὲ ὑπὸ τοῦ Ἡγησάνδρου, ὠδυνᾶτο, οἶμαι, ὁ Πιττάλακος, μάτην, ὥς γʼ ᾤετο, τοσοῦτον ἀργύριον ἀνηλωκώς, καὶ ἐζηλοτύπει τὰ γιγνόμενα. καὶ ἐφοίτα ἐπὶ τὴν οἰκίαν. ὅτε ὅτε Taylor: ὅτι MSS. δὲ αὐτοῖς ἠνώχλει, σκέψασθε μεγάλην ῥώμην Ἡγησάνδρου καὶ Τιμάρχου· μεθυσθέντες γάρ ποτε καὶ αὐτοὶ καὶ ἄλλοι τινές, ὧν οὐ βούλομαι τὰ ὀνόματα λέγειν,
59 εἰσπηδήσαντες νύκτωρ εἰς τὴν οἰκίαν οὗ ᾤκει ὁ Πιττάλακος, πρῶτον μὲν συνέτριβον τὰ σκευάρια καὶ διερρίπτουν εἰς τὴν ὁδόν, ἀστραγάλους τέ τινας διασείστους καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα, καὶ τοὺς ὄρτυγας καὶ τοὺς ἀλεκτρυόνας, οὓς ἠγάπα ὁ τρισκακοδαίμων ἄνθρωπος, ἀπέκτειναν, τὸ δὲ τελευταῖον δήσαντες πρὸς τὸν κίονα αὐτὸν τὸν Πιττάλακον ἐμαστίγουν τὰς ἐξ ἀνθρώπων πληγὰς οὕτω πολὺν χρόνον, ὥστε καὶ τοὺς γείτονας αἰσθέσθαι τῆς κραυγῆς.
60 τῇ δʼ ὑστεραίᾳ ὑπεραγανακτήσας τῷ πράγματι ὁ Πιττάλακος ἔρχεται γυμνὸς εἰς τὴν ἀγοράν, καὶ καθίζει ἐπὶ τὸν βωμὸν τὸν τῆς μητρὸς τῶν θεῶν. ὄχλου δὲ συνδραμόντος, οἷον εἴωθε γίγνεσθαι, φοβηθέντες ὅ τε Ἡγήσανδρος καὶ ὁ Τίμαρχος μὴ ἀνακηρυχθῇ αὐτῶν ἡ βδελυρία εἰς πᾶσαν τὴν πόλιν (ἐπῄει δὲ ἐκκλησία), θέουσι πρὸς τὸν βωμὸν καὶ αὐτοὶ καὶ τῶν συγκυβευτῶν τινες,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi