Thesauros Edebiyat Hitabet Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
35 [τῶν ῥητόρων ἐάν τις λέγῃ ἐν τῇ τῇ added by Bake. βουλῇ ἢ ἐν τῷ δήμῳ μὴ μὴ added by Schoemann. περὶ τοῦ εἰσφερομένου, ἢ μὴ χωρὶς περὶ ἑκάστου, ἢ δὶς περὶ τοῦ αὐτοῦ ὁ αὐτὸς τῆς αὐτῆς, ἢ λοιδορῆται, ἢ κακῶς ἀγορεύῃ τινά, ἢ ὑποκρούῃ, ἢ χρηματιζόντων μεταξὺ ἀνεστηκὼς λέγῃ περί του μὴ ἐπὶ τοῦ βήματος, ἢ παρακελεύηται, ἢ ἕλκῃ τὸν ἐπιστάτην, ἀφειμένης τῆς ἐκκλησίας ἢ τῆς βουλῆς κυριευέτωσαν οἱ πρόεδροι μέχρι πεντήκοντα δραχμῶν καθʼ ἕκαστον ἀδίκημα ἐγγράφειν ἐγγράφειν Taylor: ἐπιγράφειν MSS. τοῖς πράκτορσιν. ἐὰν δὲ πλέονος ἄξιος ᾖ ζημίας, ἐπιβαλόντες μέχρι πεντήκοντα δραχμῶν εἰσφερέτωσαν εἰς τὴν βουλὴν ἢ εἰς τὴν πρώτην ἐκκλησίαν. ἐκκλησίαν Baiter and Sauppe: ἐκκλησίαν ἐν τῷ βουλευτηρίῳ MSS. ὅταν δʼ ἐξίωσιν αἱ αἱ added by Matthiae. κλήσεις, κρινάτωσαν. καὶ ἐὰν καταγνωσθῇ αὐτοῦ κρύβδην ψηφιζομένων, ἐγγραψάτωσαν οἱ πρόεδροι τοῖς πράκτορσιν.]
36 τῶν μὲν οὖν νόμων ἀκηκόατε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ εὖ οἶδʼ ὅτι δοκοῦσιν ὑμῖν καλῶς ἔχειν. τούτους μέντοι τοὺς νόμους εἶναι χρησίμους ἢ ἀχρήστους ἐφʼ ὑμῖν ἐστιν· ἐὰν μὲν γὰρ κολάζητε τοὺς ἀδικοῦντας, ἔσονται ὑμῖν οἱ νόμοι καλοὶ καὶ κύριοι, ἐὰν δʼ ἀφιῆτε, καλοὶ μέν, κύριοι δὲ οὐκέτι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi