Thesauros Edebiyat Hitabet Περὶ τοῦ Ἁγνίου κλήρου

Περὶ τοῦ Ἁγνίου κλήρου

Περὶ τοῦ Ἁγνίου κλήρου Isaeus ca. 420-ca. 350 B.C
37 ὁρῶ δέ, ὦ ἄνδρες, τὴν πλείστην διατριβὴν τῶν λόγων ποιούμενον περὶ τὴν τοῦ παιδὸς οὐσίαν καὶ περὶ τὴν ἐμήν, καὶ τὰ μὲν ἐκείνου παντάπασιν ὡς ἄπορα διεξιόντα,διεξιόνταAldus: -ντος. περὶ δʼ ἐμὲ πλοῦτόν τινα τῷ λόγῳ κατασκευάσαντα, καί τινα κακίαν κατηγοροῦντακατηγοροῦνταStephanus: -ντος. ὡς ἐγὼ τεττάρων οὐσῶν Στρατοκλέους θυγατέρων οὐδεμιᾷ τολμῶ συνευπορῆσαι προικός, καὶ ταῦτʼ ἔχων (ὡς οὗτός φησι) τὰ τοῦ παιδίου.
38 βούλομαι δὴ καὶ περὶ τούτων εἰπεῖν· ἐλπίζει γὰρ διὰ τῶν λόγων ἐμοὶ μὲν τινα φθόνον γενήσεσθαι παρʼ ὑμῶν περὶ τῶν προσγεγενημένων χρημάτων, τοῖς δὲ παισὶν ἔλεον, ἂν ἄποροι παρʼ ὑμῖν εἶναι δόξωσιν. οὔκουν ἀγνοῆσαι δεῖ περὶ αὐτῶν ὑμᾶς οὐδέν, ἀλλʼ ἀκριβῶς καὶ ταῦτα μαθεῖν, ἵνʼ εἰδῆθʼ ὅτι ψεύδεται, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἁπάντων. ἐγὼ γάρ, ὦ ἄνδρες, πάντων 〈ἂν〉ἂνadd. Schoemann. ὁμολογήσαιμι εἶναι κάκιστος, εἰ Στρατοκλέους ἄπορα τὰ πράγματα καταλιπόντος αὐτὸς εὔπορος ὢν [καὶ] μηδεμίαν ἐπιμέλειαν ποιούμενος φαινοίμην τῶν ἐκείνου παίδων.
39 εἰ δὲ πλείονα κατέλιπεν αὐτοῖς τὰ ὄντα τῶν ἐμῶν καὶ βεβαιότερα, καὶ ταῦτα τοσαῦτʼ ἐστὶν ὥστε καὶ τὰς θυγατέρας ἐξ αὐτῶν διαθεῖναι καλῶς καὶ τὸν παῖδα ἐκ τῶν λοιπῶν μηδὲν ἧττον εἶναι πλούσιον, ἐπιμελοῦμαί τε τοῦτον τὸν τρόπον αὐτῶν ὥστε καὶ πολλῷ πλείω γενέσθαι τὴν οὐσίαν, εἰκότως μὲν οὐκ ἂν ἔχοιμι μέμψιν, εἰ μὴ τἀμαυτοῦ προστίθημι τούτοις, σώζων δὲ τὰ τούτων καὶ πλείω ποιῶν δικαίως ἂν ἐπαινοίμην. ὅτι δὲ ταῦτα οὕτως ἔχει, ῥᾳδίως ἐπιδείξω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi