Thesauros Edebiyat Hitabet Πρὸς Ξεναίνετον περὶ τοῦ Ἀριστάρχου κλήρου

Πρὸς Ξεναίνετον περὶ τοῦ Ἀριστάρχου κλήρου

Πρὸς Ξεναίνετον περὶ τοῦ Ἀριστάρχου κλήρου Isaeus ca. 420-ca. 350 B.C
10 παιδὸς γὰρ οὐκ ἔξεστι διαθήκην γενέσθαι· ὁ γὰρ νόμος διαρρήδην κωλύει παιδὶ μὴ ἐξεῖναι συμβάλλειν μηδὲ γυναικὶ πέρα μεδίμνου κριθῶν. μεμαρτύρηται δὲ Ἀρίσταρχον μὲν πρότερον Δημοχάρους τοῦ ὑέος τελευτῆσαι, ἐκεῖνον δὲ ὕστερον τοῦ πατρός· ὥστε κατά γε διαθήκην ἐκείνων, οὐδʼ εἰ διέθεντο προσῆκεν αὐτῷ τούτων τῶν χρημάτων κληρονομῆσαι. ἀνάγνωθι δὴ καὶ τοὺς νόμους, καθʼ οὓς οὐδετέρῳ αὐτῶν ἐξῆν διαθήκας ποιήσασθαι.
11 Νόμοι
11 οὐ τοίνυν, ὦ ἄνδρες, οὐδὲ Κυρωνίδην οἷόν τε ἦν ὑὸν Ἀριστάρχῳ εἰσποιῆσαι, ἀλλʼ αὐτῷ μὲν ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον ἐξῆν, ὑὸν ἐγκαταλιπόντα ἐν τῷ Θεναινέτου οἴκῳ, ἐξ αὑτοῦ δὲ ἀντεισαγαγεῖνἀντεισαγαγεῖνDobree: ἄν τις ἀναγαγεῖν. οὐκ ἔστι νόμος· ἢ ἐὰν φῶσι, ψεύσονται. ὥστε οὐδʼ ἂν φάσκωσιν ὑπʼ ἐκείνου 〈εἰς〉ποιηθῆναι,〈εἰς〉ποιηθῆναιAldbrecht. νόμον ἕξουσι δεῖξαι καθʼ ὃν ἐξῆν αὐτῷ ταῦτα πρᾶξαι, ἀλλʼ ἐξ ὧν αὐτοὶ λέγουσιν ἔτι φανερώτερον ὑμῖν γενήσεται τοῦτο, ὅτι παρανόμως καὶ ἀσελγῶς ἔχουσι τὰ τῆς μητρὸς χρήματα.
12 καὶ μὲν δή, ὦ ἄνδρες, οὐδὲ Ἀριστομένει γε οὐδὲ Ἀπολλοδώρῳ, οἷς προσῆκεπροσῆκεReiske: -ήκει. τῆς ἐμῆς μητρὸς ἐπιδικάσασθαι, οὐδὲ τούτοις ἐξῆν. θαυμαστὸν γὰρ ἂν ἦν, εἰ τὴν ἐμὴν μητέρα ἔχοντι Ἀπολλοδώρῳ ἢ Ἀριστομένει οὐκ ἂν οἷόν τε ἦν τῶν ἐκείνης κυρίῳ γενέσθαι, κατὰ τὸν νόμον ὃς οὐκ ἐᾷ τῶν τῆς ἐπικλήρου κύριον εἶναι, ἀλλʼ ἢ τοὺς παῖδας ἐπὶ δίετες ἡβήσαντας κρατεῖν τῶν χρημάτων, ἀλλʼ ἑτέρῳ αὐτὴν ἐκδόντι ἐξέσται εἰς τὰ ταύτης χρήματα ὑὸν εἰσποιῆσαι. δεινὰ μέντʼ ἂν γίγνοιτο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi