22
δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν, καὶ λεγούσης ὅτι βούλοιτʼ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθʼ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην, ὦ ἄνδρες, καὶ τούτῳ προσελθὼν μαρτύρων ἐναντίον εἶπον ὅτι ἐντεῦθεν ποιήσομαι τὴν ταφήν· δεδεημένη γὰρ εἴηεἴηReiske: ἔνι. ταῦτα ποιεῖν ἡ τούτου ἀδελφή.
23
καὶ ταῦτα Διοκλῆς ἀκούσας οὐδὲν ἀντεῖπεν, ἀλλὰ καὶ ἐωνῆσθαί τι τῶν εἰς τὴν ταφήν, τῶν δὲτῶν δὲBekker: τὸν δὲ. ἀρραβῶνα δεδωκέναι αὐτὸςαὐτὸςReiske: οὗτος. φάσκων, ταῦτα ἠξίου παρʼ ἐμοῦ λαβεῖν, καὶ διωμολογήσατο τῶν μὲν ἠγορασμένων τιμὴν ἀπολαβεῖν, ὧν δὲ ἀρραβῶνα ἔφασκε δεδωκέναι, συστῆσαι τοὺς λαβόντας. εὐθὺς οὖν τοῦτο παρεφθέγγετο, ὡς οὐδʼ ὁτιοῦν εἴη Κίρων καταλελοιπώς, οὐδένα λόγον ἐμοῦ πω ποιουμένου περὶ τῶν ἐκείνου χρημάτων.
24
καίτοι εἰ μὴ ἦν θυγατριδοῦς Κίρωνος, οὐκ ἂν ταῦτα διωμολογεῖτο, ἀλλʼ ἐκείνους ἂν τοὺς λόγους ἔλεγε “σὺ δὲ τίς εἶ; σοὶ δὲ τί προσήκει θάπτειν; οὐ γιγνώσκω σε· οὐ μὴ εἴσει εἰςεἴσει εἰςBekker: εἰσίης. τὴν οἰκίαν.” ταῦτʼ εἰπεῖν προσῆκεν, ἅ περ νῦν ἑτέρους πέπεικε λέγειν. νῦν δὲ τοιοῦτον μὲν οὐδὲν εἶπεν, εἰς ἕω δὲ τἀργύριον ἐκέλευεν εἰσενεγκεῖν. καὶ ταῦτα ὡς ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.
25
Μάρτυρες