Thesauros Edebiyat Hitabet Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου Isaeus ca. 420-ca. 350 B.C
20 πατρῴων μὲν οὖν καὶ ἀδελφοῦ χρημάτων τὸ ἴσον αὐτοῖς ὁ νόμος μετασχεῖν δίδωσιν· ἀνεψιοῦ δέ, καὶ εἴ τις ἔξω ταύτης τῆς συγγενείας ἐστίν, οὐκ ἴσον, ἀλλὰ προτέροις τοῖς ἄρρεσι τῶν θηλειῶν τὴν ἀγχιστείαν πεποίηκε. λέγει γάρ “κρατεῖν δὲ τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων, οἳ ἂν ἐκ τῶν αὐτῶν ὦσι, κἂν γένει ἀπωτέρω τυγχάνωσιν ὄντες.” ταύτῃ μὲν οὖν οὐδὲοὐδὲAldus: οὐδὲν. μέρους λαχεῖν προσῆκε, Θρασυβούλῳ δὲ ἁπάντων, εἰ μὴ κυρίαν ἡγεῖτο εἶναι τὴν ἐμὴν εἰσποίησιν.
21 ἐκεῖνος τοίνυν οὔτε ἐξ ἀρχῆς ἠμφισβήτηκε πρὸς ἐμὲ οὐδὲν οὔτε νῦν δίκην εἴληχε περὶ αὐτῶν, ἀλλὰ ταῦτα πάντα καλῶς ἔχειν ὡμολόγηκεν· οἱ δʼ ὑπὲρ ταύτης πάντων ἀμφισβητεῖν τετολμήκασιν· εἰς τοῦτο ἀναιδείας ἐληλύθασι. λαβὲ δὴ αὐτοῖς τοὺς νόμους, παρʼ οὓς ταῦτα πεποιήκασι, καὶ ἀνάγνωθι.
22 ΝόμοςνόμοςAldus: νόμοι.
22 ἐνταῦθα μὲν ὁμοίως καὶ ἀδελφὴ καὶ ἀδελφιδοῦς ἰσόμοιροι κατὰ τὸν νόμον εἰσί. λαβὲ δὴ καὶ τοῦτον, καὶ ἀναγίγνωσκε αὐτοῖς.
22 〈Νόμος〉
22 ἐὰν μὴ ὦσιν ἀνεψιοὶ μηδὲ ἀνεψιῶν παῖδες, μηδὲ τοῦ πρὸς πατρὸς γένουςγένουςDobree: γενομένου. ᾖ προσήκων μηδείς, τότε ἀπέδωκε τοῖς πρὸς μητρός, διορίσας οὓς δεῖ κρατεῖν. λαβὲ δὲ αὐτοῖς καὶ τοῦτον τὸν νόμον καὶ ἀνάγνωθι.
23 Νόμος

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi