Thesauros Edebiyat Hitabet Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου Isaeus ca. 420-ca. 350 B.C
1 ὤιμην μέν, ὦ ἄνδρες, προσήκειν οὐ τὰς τοιαύτας ἀμφισβητεῖσθαι ποιήσεις, εἴ τις αὐτὸς ζῶν καὶ εὖ φρονῶν ἐποιήσατο καὶ ἐπὶ τὰ ἱερὰ ἀγαγὼν εἰς τοὺς συγγενεῖς ἀπέδειξε καὶ εἰς τὰ κοινὰ γραμματεῖα ἐνέγραψεν, ἅπανθʼ ὅσα προσῆκεν αὐτὸς ποιήσας, ἀλλʼ εἴ τις τελευτήσειν μέλλων διέθετο, εἴ τι πάθοι, τὴν οὐσίαν ἑτέρῳ, καὶ ταῦτʼ ἐνταῦτ’ ἐνReiske: ταύτην. γράμμασι κατέθετο παρά τισι σημηνάμενος.
2 ἐκεῖνον μὲν γὰρ τὸν τρόπον ποιησάμενος φανερὰς κατέστησε τὰς αὑτοῦ βουλήσεις, ὅλον τὸ πρᾶγμα ἐπικυρώσας, δόντων αὐτῷ τῶν νόμων· ὁ δʼ ἐν διαθήκαις σημηνάμενος ἀδήλους ἐποίησε, διὸ πολλοὶ πεπλάσθαι φάσκοντες αὐτὰς ἀμφισβητεῖν ἀξιοῦσι πρὸς τοὺς ποιηθέντας. ἔοικε δʼ οὐδὲν προὔργου τοῦτο εἶναι· καὶ γὰρ οὕτως αὐτῶν φανερῶς πεπραγμένων ὅμως ὑπὲρ τῆς θυγατρὸς τῆς Εὐπόλιδος ἥκουσι περὶ τῶν Ἀπολλοδώρου χρημάτων πρὸς ἐμὲ ἀμφισβητήσοντες.
3 ἐγὼ δʼ εἰ μὲν ἑώρων ὑμᾶς μᾶλλον ἀποδεχομένους τὰς διαμαρτυρίας ἢ τὰς εὐθυδικίας, κἂν μάρτυρας προὐβαλόμην μὴ ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ποιησαμένου με ὑὸν Ἀπολλοδώρου κατὰ τοὺς νόμους. ἐπειδὴ δʼ οὐ διαφεύγει τὰ δίκαια μὴ οὐ κατὰ τοῦτον γιγνώσκεσθαι τὸν τρόπον [καὶ] παρʼ ὑμῖν, αὐτὸςαὐτὸςDobree: αὐτοῖς. ἥκω διαλεξόμενος περὶ τῶν πεπραγμένων, ἵνα μηδεμίαν ἡμῖνἡμῖνReiske: ὑμῖν. αἰτίαν περὶ τοῦ μὴ βούλεσθαι δοῦναι δίκην τοιαύτην ἐπιφέρωσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi