Thesauros Edebiyat Hitabet Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου

Περὶ τοῦ Απολλοδώρου κλήρου Isaeus ca. 420-ca. 350 B.C
38 ὁ μὲν γὰρ πατὴρ αὐτοῦ τάς τε ἄλλας ἁπάσας λῃτουργίας λελῃτούργηκε, καὶ τριηραρχῶν τὸν πάντα χρόνον διετέλεσεν, οὐκ ἐκ συμμορίας [τὴν ναῦν ποιησάμενος] ὥσπερ οἱ νῦν, ἀλλʼ ἐκ τῶν αὑτοῦ δαπανῶν, οὐδὲ δεύτερος αὐτὸς ὢν ἀλλὰ κατὰ μόνας, οὐδὲ δύο ἔτη διαλιπὼν ἀλλὰ συνεχῶς, οὐδʼ ἀφοσιούμενος ἀλλʼ ὡς οἷόν τʼ ἄριστα παρασκευαζόμενος. ἀνθʼ ὧν ὑμεῖς κἀκεῖνον ἐτιμᾶτε, μεμνημένοι τούτων τῶν ἔργων, καὶ τὸν ὑὸν αὐτοῦ τῶν χρημάτων ἀποστερούμενον ἐσώσατε, τοὺς ἔχοντας ἀποδοῦναι τὰ ὄντʼ αὐτῷ καταναγκάσαντες.
39 καὶ μὴν καὶ αὐτὸς Ἀπολλόδωρος οὐχ ὥσπερ Προνάπης ἀπεγράψατο μὲν τίμημα μικρόν, ὡς ἱππάδα δὲ τελῶν ἄρχειν ἠξίου τὰς ἀρχάς, οὐδὲ βίᾳ μὲν ἐζήτει τὰ ἀλλότριʼ ἔχειν, ὑμᾶς δʼ ᾤετο δεῖν μηδὲν ὠφελεῖν, ἀλλὰ φανερὰ τὰ ὄντα καταστήσας ὑμῖν, ὅσα προστάττοιτε, πάνθʼ ὑπηρέτει [φιλοτίμως] οὐδέν τʼ ἀδικῶν ἐκ τῶν ἑαυτοῦ φιλοτίμως ἐπειρᾶτο ζῆν, εἰς αὑτὸν μὲν τὰ μέτρια ἀναλίσκειν οἰόμενος δεῖν, τὰ δʼ ἄλλα τῇ πόλει περιποιεῖν, ἵνα ἐξαρκοίη πρὸς τὰς δαπάνας.
40 κἀκ τούτων τίνα λῃτουργίαν οὐκ ἐξελῃτούργησεν; ἢ τίνα εἰσφορὰν οὐκ ἐν πρώτοις εἰσήνεγκεν; ἢ τί παραλέλοιπεν ὧν προσῆκεν; ὅς γε καὶ παιδικῷ χορῷ χορηγῶν ἐνίκησεν, ὧν μνημεῖα τῆς ἐκείνου φιλοτιμίας ὁ τρίπους ἐκεῖνος ἕστηκε. καίτοι τί χρὴ τὸν μέτριον πολίτην; οὐχ οὗ μὲν ἕτεροι τὰ μὴ προσήκοντʼ ἐβιάζοντο λαμβάνειν, τούτων μηδὲν ποιεῖν, τὰ δʼ ἑαυτοῦ πειρᾶσθαι σώζειν; οὗ δʼ ἡ πόλις δεῖται χρημάτων, ἐν πρώτοις εἰσφέρειν καὶ μηδὲν ἀποκρύπτεσθαι τῶν ὄντων;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi