36
ἄξιον δὲ καὶ ὑμῖν λογίσασθαι. οὗτος γὰρ τῇ μὲν φυλῇ εἰς Διονύσια χορηγήσας τέταρτος ἐγένετο, τραγῳδοῖς δὲ καὶ πυρριχισταῖςπυρριχισταῖςPalmer: -χυέταις. ὕστατος· ταύτας δὲ μόνας ἀναγκασθεὶς 〈τὰς〉τὰςadd. Reiske. λῃτουργίας λειτουργῆσαι ἀπὸ τοσαύτης προσόδου οὕτω καλῶς ἐχορήγησεν. ἀλλὰ μὴν τριηράρχων τοσούτων κατασταθέντων οὔτʼ αὐτὸς ἐτριηράρχησεν οὔθʼ ἑτέρῳ συμβέβληταισυμβέβληταιFuhr: -βέβληκεν. ἐν τοιούτοις καιροῖς, ἀλλʼ ἕτεροιἕτεροιReiske: ἕτερος. μὲν οὐσίαν κεκτημένοι ἐλάττω ἢ οὗτος μίσθωσιν λαμβάνει τριηραρχοῦσι.
37
καίτοι, ὦ ἄνδρες, οὐχ ὁ πατὴρ αὐτῷ τὴν πολλὴν οὐσίαν κατέλιπεν, ἀλλʼ ὑμεῖς ἔδοτε τῇ ψήφῳ· ὥστε εἰ καὶ μὴ πολίτης ἦν, διά γε τοῦτο δίκαιος ἦν τὴν πόλιν εὖ ποιεῖν. εἰσφορῶν τοίνυν τοσούτων γεγενημένων πᾶσι τοῖς πολίταις εἰς τὸν πόλεμον καὶ τὴν σωτηρίαν τῆς πόλεως Δικαιογένης οὐκ ἔστιν ἥντινα εἰσενήνοχε· πλὴν ὅτε ΛέχαιονΛέχαιονReiske: λεχίον. ἑάλω, κληθεὶς ὑπὸ ἑτέρου ἐπέδωκεν ἐν τῷ δήμῳ τριακοσίας δραχμάς, ἔλαττον ἢ Κλεώνυμος ὁ Κρής·
38
καὶ τοῦτο ἐπέδωκεν, οὐκ εἰσήνεγκεν, ἀλλʼ ἐπʼ αἰσχίστῳ ἐπιγράμματιἐπιγράμματιAldus: ὑπογρ-. ἐξετέθηἐξετέθηSchoemann: ἐξ ἑτέρου. αὐτοῦ τοὔνομα ἔμπροσθεν τῶν ἐπωνύμων, ὅτι οἵδεοἵδεBekker: εἶδεν. εἰς σωτηρίαν τῆς πόλεως ὑποσχόμενοι τῷ δήμῳ εἰσοίσειν χρήματα ἐθελονταὶ οὐκ εἰσήνεγκαν. καίτοι τοι πῶς ἄξιον θαυμάζειν, ὦ ἄνδρες, εἰ ἐμὲ ἐξηπάτησεν ἕνα ὄντα, ὃς ὑμᾶς ἅπαντας ἅμα συνειλεγμένους ἐν τῇ ἐκκλησίᾳ τοιαῦτα ἐποίησε; καὶ τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
38
Μάρτυρες