29
ἡμεῖς δέ, ὦ ἄνδρες, ἐπὶ τοῦ δικαστηρίου, ὅτε ἠναγκάζομεν αὐτὸν ἀφίστασθαι τούτων, ἀντὶ τῶν λῃτουργιῶν καὶ τῶν εἰς τὰ οἰκοδομήματα ἀνηλωμένωνἀνηλωμένωνHerwerden: ἀναλ-. ἀφεῖμεν αὐτῷ τοὺς καρπούς, οὕτω τῶν δικαστῶν γιγνωσκόντων· ὕστερον δʼ οὐκ ἀναγκαζόμενοι ἀλλʼ ἑκόντες ἔδομεν αὐτῷ τὴν ἐν ἄστει οἰκίαν ἐξαίρετον προσθέντεςἐξαίρε〈τον προς〉θέντεςBuermann: ἐξαιρεθέντες πρὸς. τῷ τρίτῳ μέρει τοῦ κλήρου ἔχειν ἀντὶ τῶν ἐπεσκευασμένων, ἣν οὗτοςοὗτοςM, Aldus: οὕτως. ἀντὶ πεντακισχιλίων δραχμῶν παρέδωκε Φιλονείκῳ.
30
ἔδομενἔδομενReiske: παρέδ-. δὲ οὐ διὰ τὴν τοῦ Δικαιογένους χρηστότητα, ὦ ἄνδρες, ἀλλʼ ἐπιδεικνύμενοι ὅτι οὐ περὶ πλείονος χρήματα ποιούμεθα τῶν οἰκείων, οὐδʼ ἂν πάνυ πονηροὶ ὦσι. καὶ γὰρ πρότερον ὅτʼ ἐφʼ ἡμῖν ἐγένετο Δικαιογένην τιμωρήσασθαι καὶ ἀφελέσθαι ἃ εἶχεν, οὐκ ἐβουλήθημεν τῶν τούτου κτήσασθαι οὐδέν, ἀλλὰ τὰ ἡμέτερα μόνον κομίσασθαι ἐξήρκει ἡμῖν. οὗτος δʼ ὅτʼ ἐκράτησεν ἡμῶν, ἀπεσύλησεν ἃ ἐδύνατο, καὶ ὡς ἐχθροὺς ἀλλʼ οὐ προσήκοντας ἀπόλλυσι.