Thesauros Edebiyat Hitabet Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου Isaeus ca. 420-ca. 350 B.C
23 ἡγούμενοι γὰρ οὐκ ἂν αὐτὸν βεβαιώσαιβεβαιῶσαιNaber: -ώσειν. οὐδὲνοὐδὲνAldus: οὐδὲ. ὧν ἡμῖν ἀπέστη ἐν τῷ δικαστηρίῳ, διισχυριζόμεθα πρὸς Μικίωνα ἐναντίον τῶν δικαστῶν, ἐθέλοντες ὁτιοῦν πάσχειν, εἰ βεβαιώσειεν αὐτῷ Δικαιογένης τὸ βαλανεῖον, οὐκ ἄν ποτε οἰόμενοι αὐτὸν ἐναντία οἷς ὡμολόγησε πρᾶξαι, οὐ διʼοὐ διʼAldus: οὐδʼ. ἄλλʼ οὐδὲν ἢ διὰ τοὺς ἐγγυητάς, ὅτι καθειστήκεσαν ἡμῖν.
24 ἀποστὰς δὲ Δικαιογένης ταῦτα τὰ μέρη ὧν καὶ νῦν ὁμολογεῖ ἀφεστάναι ἡμῖν, ἐβεβαίωσε Μικίωνι τὸ βαλανεῖον. καὶ ἐγὼ μὲν ὁ ἄθλιος οὐχ ὅπως τι ἐκ τοῦ κλήρου εἰληφώς, ἀλλὰ προσαπολωλεκὼς τετταράκοντα μνᾶς, ἀπῄειν ὑβρισμένος ὑπὸ τοῦ Δικαιογένους. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι.
25 Μάρτυρες
25 ταῦτα μὲν πεπόνθαμεν ὑπὸ Δικαιογένους,ὦ ἄνδρες· ὁ δʼ ἐγγυησάμενος αὐτὸν Λεωχάρης καὶ τῶν πάντων ἡμῖν κακῶν αἴτιος οὔ φησιν ἐγγυήσασθαι ἃ καταμαρτυρεῖται αὐτοῦ, ὅτι ἐν τῷ γραμματείῳ τῷ ἐπὶ τοῦ δικαστηρίου γραφέντι οὐκ ἔνεστι ταῦτα. ἡμεῖς δέ, ὦ ἄνδρες, τότʼ ἐπὶ τοῦ βήματος σπεύδοντες τὰ μὲν ἐγράψαμεν, τῶν δὲ μάρτυρας ἐποιησάμεθα· οὗτοι δέ, ἃ μὲν αὐτοῖς συμφέρει τῶν ὁμολογηθέντων τότε, κύριά φασιν εἶναι, εἰ καὶ μὴ γέγραπται, ἃ δʼ οὐ συμφέρει, οὐ κύρια, εἰ μὴ γέγραπται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi