53
λαβὲ δὴ καὶ τὴν τούτου μαρτυρίαν.
54
Μαρτυρία
54
πῶς οὖν 〈ἄν〉ἄνadd. Dobree. τις σαφέστερον ἐξελέγχοιἐξελέγχοιAldus: -ει. ψευδομαρτυρίων διώκων ἢ ἔκ τε τῶν πεπραγμένων αὐτοῖς τούτοις ἐπιδεικνύων καὶ ἐκ τῶν νόμων ἁπάντων τῶν ἡμετέρων;
54
περὶ μὲν οὖν τούτου σχεδὸν εἴρηται τὰ πολλά· σκέψασθε δὲ καὶ περὶ τοῦ ἔχοντος τὴν ἀδελφιδῆν τὴν τούτου γυναῖκα, ἐὰν ἄρα τι γένηται καὶ ἐκ τούτου τεκμήριον ὡς ἔστι ψευδῆ τὰ μεμαρτυρημένα Νικοδήμῳ.
55
ὡς μὲν οὖν ἠγγυήσατο καὶ ἔλαβεν ὡς οὖσαν ἐξ ἑταίρας τὴν γυναῖκα, ἐπιδέδεικται καὶ μεμαρτύρηται· ὡς δʼ ἀληθὴς ἡ μαρτυρία ἐστὶν αὕτη, ὁ Ξενοκλῆς αὐτὸς ἔργῳ οὐκ ὀλίγον χρόνον ἤδη [ἀληθῆ ταῦτα] μεμαρτύρηκε. δῆλον γὰρ ὅτι εἰ μὴ ἠγγύητο παρὰ τοῦ Ἐνδίου ὡς ἐξ ἑταίρας οὖσαν τὴν γυναῖκα, ὄντων αὐτῷ παίδων ἤδη τηλικούτων ἐκ τῆς γυναικός, ζῶντι ἂν τῷ Ἐνδίῳ ἠμφισβήτησεν ὑπὲρἠμφισβήτησεν ὑπὲρBekker: -σε περὶ. τῆς γνησίας θυγατρὸς τῶν πατρῴων,
56
ἄλλως τε καὶ παρεσκευασμένος μὴ ὁμολογεῖν τὴν τοῦ Ἐνδίου ποίησιν τῷ Πύρρῳ γενέσθαι· ὡς δὲ οὐχ ὁμολογῶν [πῶς] ἐπεσκήπτετοἐπεσκήπτετοReiske: ἐπέσκηπτε. τοῖς μεμαρτυρηκόσιν ἐπὶ τῇ διαθήκῃ τοῦ Πύρρου παραγενέσθαι. καὶ ὡς ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖνὑμῖνAldus: ἡμῖν. τὴν μαρτυρίαν τὴν μαρτυρηθεῖσαν. ἀναγίγνωσκε αὐτοῖς.
57
Μαρτυρία