Thesauros Edebiyat Hitabet Περὶ τοῦ Κλεωνύμου κλήρου

Περὶ τοῦ Κλεωνύμου κλήρου

Περὶ τοῦ Κλεωνύμου κλήρου Isaeus ca. 420-ca. 350 B.C
18 ἰσχυρίζονται γὰρ ταῖς διαθήκαις, λέγοντες ὡς Κλεώνυμος μετεπέμπετο τὴν ἀρχὴν οὐ λῦσαι βουλόμενος αὐτὰς ἀλλʼ ἐπανορθῶσαι καὶ βεβαιῶσαι σφίσιν αὐτοῖς τὴν δωρεάν. ὑμεῖς δὲ σκοπεῖσθε τὰς διαθήκας τὰς μετʼ ὀργῆς γενομένας πότερα εἰκός ἐστι βουληθῆναι Κλεώνυμον ἀνελεῖν, ἐπειδὴ πρὸς ἡμᾶς οἰκείως ἔσχεν, ἢ σκοπεῖν ὅπως ἔτι βεβαιότερον ἡμᾶς ἀποστερήσειἀποστερήσειBaiter-Sauppe: -ρήσειε. τῶν αὑτοῦ.
19 τοῖς μὲν γὰρ ἄλλοις κἀκείνων ὧν ἂν ὀργισθέντες τοὺς οἰκείους ἀδικήσωσιν ὕστερον μεταμέλει· οὗτοι δὲ ἐκεῖνον ἀποφαίνουσιν, ἐν ᾧ πρὸς ἡμᾶς οἰκειότατα διέκειτο, μᾶλλον βεβαιοῦν τὴν διαθήκην βουλόμενον, ἣν ὀργιζόμενος ἐποιήσατο. ὥστʼ εἰ καὶ ἡμεῖς ὁμολογήσαιμενὁμολογήσαιμενReiske: -ομεν. ταῦτα καὶ ὑμεῖς αὐτοὶ πιστεύσαιτε,πιστεύσαιτεReiske: -οιτε. ἐνθυμεῖσθε ὅτι παράνοιαν αὐτοῦ τὴν μεγίστην οὗτοι κατηγοροῦσι.
20 τίς γὰρ ἂν γένοιτο ταύτης μανία μείζων, ἢ τότε μὲν ὅτε Δεινίᾳ διάφορος ὢν ἔτυχεν, ἡμᾶς κακῶς ποιεῖν τε καὶ διατίθεσθαι τοιαύτας διαθήκας, ἐξ ὧν οὐκ ἐκεῖνον ἐτιμωρεῖτο ἀλλὰ τοὺς οἰκειοτάτους ἠδίκει· νυνὶ δὲ χρώμενος ἡμῖν καὶ περὶ πλείστου ποιούμενος ἁπάντων, μόνους ἐβουλήθη τοὺς ἀδελφιδοῦς, ὡς οὗτοί φασιν, ἀκλήρους ποιῆσαι τῶν ἑαυτοῦ. καὶ τίς ἂν εὖ φρονῶν, ὦ ἄνδρες, τοιαῦτα περὶ τῶν αὑτοῦ βουλεύσαιτο;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi