Thesauros Edebiyat Hitabet Περὶ τοῦ Κλεωνύμου κλήρου

Περὶ τοῦ Κλεωνύμου κλήρου

Περὶ τοῦ Κλεωνύμου κλήρου Isaeus ca. 420-ca. 350 B.C
11 ταῦτα διανοηθεὶς ἐκεῖνος, εἴτʼ ὀρθῶς εἴτε μή, τὰς διαθήκας ταύτας διέθετο. καὶ εὐθὺς ἐρωτῶντος τοῦ Δεινίου παραχρῆμα εἴ τι ἡμῖν ἢ τῷ πατρὶ ἐγκαλεῖ τῷ ἡμετέρῳ, ἀπεκρίνατο πάντων τῶν πολιτῶν ἐναντίον ὅτι οὐδὲν πονηρὸν ἐγκαλεῖ, καὶ ἐμαρτύρησεν ὡς ὀργιζόμενος ἐκείνῳ καὶ οὐκ ὀρθῶς βουλευόμενος ταῦτα διέθετο. πῶς γὰρ ἂν εὖ φρονῶν, ὦ ἄνδρες, κακῶς ποιεῖν ἡμᾶς ἐβουλήθη, τοὺς μηδὲν αὐτὸν ἠδικηκότας;
12 ὕστερον δὲ τούτων, ὃ μέγιστον ἡμῖν τεκμήριον ὅτι οὐδὲ ταῦτα ἔπραξεν ἡμᾶς βλάπτειν βουλόμενος· τελευτήσαντος γὰρ Δεινίου καὶ τῶν πραγμάτων ἡμῖν πονηρῶς ἐχόντων οὐδὲ περιεῖδεν ἡμᾶς οὐδενὸς ἐνδεεῖς ὄντας, ἀλλʼ αὐτοὺς μὲν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ κομισάμενος ἐπαίδευε, τὴν δʼ οὐσίαν ἀφελέσθαι τῶν χρήστων ἐπιβουλευσάντων ἔσωσεν ἡμῖν, ἐπεμελεῖτό τε ὁμοίως τῶν ἡμετέρων ὥσπερ τῶν αὑτοῦ πραγμάτων.
13 καίτοι χρὴ θεωρεῖν αὐτοῦ τὴν ἔννοιαν ἐκ τούτων τῶν ἔργων μᾶλλον ἢ ἐκ τῶν διαθηκῶν, καὶ τεκμηρίοις χρῆσθαι μὴ τοῖς μετʼ ὀργῆς πραχθεῖσιν, ἐν οἷς ἅπαντες πεφύκαμεν ἁμαρτάνειν, ἀλλʼ ἀφʼ ὧν ὕστερον φανερὰν τὴν αὑτοῦ ἔννοιαν ἐποίησεν. ἔτι γὰρ μᾶλλον ἐν τοῖς τελευταίοις ἐδήλωσεν ὡς εἶχε πρὸς ἡμᾶς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi