1
Δημοσθένης Ἡρακλεοδώρῳ εὖ πράττειν. οὔθʼ ὅπως χρὴ πιστεύειν οἷς ἀπήγγελλέ μοι Μενεκράτης οὔθʼ ὅπως ἀπιστεῖν, ἔχω. ἔφη γὰρ Ἐπίτιμον ἐνδεδεῖχθαι μὲν καὶ ἀπῆχθαι ὑπʼ Ἀράτου, σὲ δʼ ἀγωνίζεσθαι καὶ ἁπάντων αὐτῷ χαλεπώτατον εἶναι. δέομαι δή σου πρὸς Διὸς ξενίου καὶ πάντων τῶν θεῶν, μή με καταστήσῃς ἀηδεῖ καὶ δεινῷ μηδενὶ περιπετῆ.
2
εὖ γὰρ ἴσθι, χωρὶς τοῦ μέλειν μοι τῆς Ἐπιτίμου σωτηρίας καὶ νομίσαι μεγάλην ἂν συμφοράν, εἴ τι πάθοι καὶ τούτου σὺ συναίτιος εἴης, αἰσχύνομαι τοὺς συνειδότας μοι τοὺς λόγους οὓς ἐγὼ περὶ σοῦ πρὸς ἅπαντας ἀνθρώπους ἔλεγον, πεπεικὼς ἐμαυτὸν ἀληθῆ λέγειν, οὐκ ἐκ τοῦ πεπλησιακέναι σοι πεῖραν ἔχων,
3
ἀλλʼ ὁρῶν ὅτι δόξης ἐπιτυγχάνων καὶ παιδείαν ἀπεδέχου, καὶ ταῦτα τὴν ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἥπερ ἐστὶν ὡς ἀληθῶς τῶν μὲν πλεονεκτημάτων καὶ τῶν περὶ ταῦτα σοφισμάτων ἔξω, τοῦ βελτίστου δὲ καὶ τοῦ δικαιοτάτου πάνθʼ ἕνεκʼ ἐξητασμένη· ἧς μὰ τοὺς θεοὺς τῷ μετασχόντι μὴ οὐχὶ ἀψευδεῖν καὶ πρὸς ἅπαντας ἀγαθῷ εἶναι οὐχ ὅσιον ἡγοῦμαι.
4
γένοιτο δʼ ἄν μοι κἀκεῖνο τῶν χαλεπωτάτων, εἰ παρωρμηκὼς ἐμαυτὸν εὐνοϊκῶς ἔχειν σοι τὴν ἐναντίαν γνώμην μεταλαβεῖν ἀναγκασθείην, οἷα δὴ ὑπολαμβάνων παρεωρᾶσθαι καὶ πεφενακίσθαι. κἂν μὴ φῶ, νόμιζέ μʼ οὕτως ἕξειν.