Thesauros Edebiyat Hitabet Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
2 τούτῳ μὲν οὖν, ἐὰν ἀφίκωμαί ποτε καὶ σωθῶ, πειράσομαι διαλεχθῆναι περὶ ὧν εἰς ἐμὲ καὶ περὶ ὧν εἰς ὑμᾶς παροινεῖ, καὶ νομίζω, καίπερ οὐδὲν μετέχοντα τοῦ αἰσχύνεσθαι, μετριώτερον αὐτὸν ποιήσειν· ὑμῖν δὲ τοῦ κοινῇ συμφέροντος ἕνεκα βούλομαι διʼ ἐπιστολῆς, οὓς περὶ τούτων ἔχω λόγους, δηλῶσαι. οἷς πάνυ τὸν νοῦν προσέχοντες ἀκούσατε· οἴομαι γὰρ αὐτοὺς οὐκ ἀκοῆς μόνον, ἀλλὰ καὶ μνήμης ἀξίους εἶναι.
3 ἐγὼ τὴν πόλιν τὴν ὑμετέραν εὐτυχεστάτην πασῶν πόλεων ὑπολαμβάνω καὶ θεοφιλεστάτην, καὶ ταῦτʼ οἶδα καὶ τὸν Δία τὸν Δωδωναῖον καὶ τὴν Διώνην καὶ τὸν Ἀπόλλω τὸν Πύθιον ἀεὶ λέγοντας ἐν ταῖς μαντείαις καὶ προσεπισφραγιζομένους τὴν ἀγαθὴν τύχην ἐν τῇ πόλει εἶναι παρʼ ὑμῖν. ὅσα τοίνυν περὶ τῶν ἐπιόντων δηλοῦσιν οἱ θεοί, δῆλον ὡς προλέγουσιν· τὰς δʼ ἀπὸ τῶν παρεληλυθότων προσηγορίας ἐπὶ ταῖς γεγονυίαις πράξεσι τίθενται.
4 ἃ τοίνυν ἐγὼ πεπολίτευμαι παρʼ ὑμῖν, τῶν ἤδη γεγενημένων ἐστίν, ἀφʼ ὧν εὐτυχεῖς ὑμᾶς προσηγορεύκασιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς μὲν πεισθέντας εὐτυχεῖς ὀνομάζεσθαι, τὸν δὲ πείσαντα τῆς ἐναντίας προσηγορίας τυγχάνειν; πλὴν εἰ τοῦτό τις εἴποι, τὴν μὲν κοινὴν εὐτυχίαν, ἧς ἐγὼ σύμβουλος, θεοὺς τοὺς λέγοντας εἶναι, οἷς οὐ θέμις ψεύδεσθαι, τὴν δʼ ἰδίαν βλασφημίαν, ᾗ κατʼ ἐμοῦ κέχρηται Θηραμένης, θρασὺν καὶ ἀναιδῆ καὶ οὐδὲ νοῦν ἔχοντʼ ἄνθρωπον εἰρηκέναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi