Thesauros Edebiyat Hitabet Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
40 τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντʼ ἀπολωλεκέναι διὰ τούτους οἷς, ἵνα μὴ διπλᾶ καταθῶνται ἃ οὐκ ἠδύνανθʼ ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι πρὸς τὴν ἀρχὴν τὰς καταβολάς· παρʼ ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δʼ ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μʼ ἔλθω, ἅμʼ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι.
41 ὧν οὐδὲν ὑμεῖς συλλογίζεσθε, ἀλλὰ ῥημάτων μοι καὶ φιλανθρωπίας φθονοῦντες, ἂν οὕτω τύχῃ, διʼ ὑμᾶς περιόψεσθʼ ἀπολόμενον· οὐ γὰρ ἂν δεηθείην ἄλλων ἢ ὑμῶν. καὶ τότε φήσετε δεινὰ πεπονθέναι με, ἀκριβῶς οἶδα, ὅτʼ οὔτʼ ἐμοὶ πλέον οὐδὲν οὔθʼ ὑμῖν ἔσται. οὐ γὰρ δὴ χρήματά γʼ εἶναι μοι προσδοκᾶτʼ ἔξω τῶν φανερῶν, ὧν ἀφίσταμαι. καὶ τὰ λοιπὰ βούλομαι συναγαγεῖν, ἐάν μοι μὴ φιλονίκως, ἀλλʼ ἀνθρωπίνως δῶτε τὸ πρὸς τούτοις ἀσφαλῶς εἶναι.
42 οὐ μὴν οὐδὲ παρʼ Ἁρπάλου με λαβόντα δείξετε· οὔτε γὰρ ἠλέγχθην οὔτʼ ἔλαβον. εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω τούτου πραότερον πρόσταγμα τοῖς τοιαῦτʼ ἐξημαρτηκόσιν εἰς ἐμέ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi