Thesauros Edebiyat Hitabet Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
37 ἡδέως δʼ ἂν ὑμῖν ἐπʼ εὐνοίᾳ καὶ φιλίᾳ μέμψιν ποιησαίμην νῦν μὲν ἐν κεφαλαίῳ, μικρὸν δʼ ὕστερον διʼ ἐπιστολῆς μακρᾶς, ἣν ἐάνπερ ἐγὼ ζῶ προσδοκᾶτε, ἂν μὴ τὰ δίκαια γένηται μοι παρʼ ὑμῶν πρότερον· οἵτινες, ὦ ʽτί ἂν εἰπὼν μήθʼ ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην;ʼ λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔθʼ ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφʼ οἷς Ἀριστογείτονʼ ἀφείκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες,
38 καὶ ἃ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μηδὲ λαβοῦσι παρʼ ὑμῶν ἔξεστιν ἔχειν, ταῦτʼ οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷός τʼ ὦ, τά τʼ ὀφειλόμενʼ εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι.
39 βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ, "τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν;"

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi