Thesauros Edebiyat Hitabet προοίμια δημηγορικά

προοίμια δημηγορικά

προοίμια δημηγορικά Demosthenes
3 ἂν μὲν γὰρ διδάξαι δυνηθῶσιν ὡς οὐκ ἔστιν ἄρισθʼ ἃ τούτοις δοκεῖ, ὅτʼ οὐδὲν ἡμάρτηταί πω, τοῦτο πράξαντες ἀθῴους τοῦ κινδύνου ποιήσουσιν αὐτούς. ἐὰν δὲ μὴ δυνηθῶσιν, οὔκουν ὕστερόν γʼ ἐπιτιμᾶν ἕξουσιν, ἀλλʼ ὅσʼ ἀνθρώπων ἦν ἔργον, ἀκοῦσαι, τούτων τετυχηκότες, ἂν ἡττῶνται δικαίως στέρξουσιν, καὶ μεθʼ ἁπάντων τῶν ἀποβαινόντων, ὁποῖʼ ἄττʼ ἂν ᾖ, κοινωνήσουσιν.
27 ΚΖ
1 οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων. ἐγὼ δʼ οὐδεπώποθʼ ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθʼ ὑμᾶς ʽὡς γὰρ ἁπλῶς εἰπεῖν, πάντες ὑπάρχειν ἐγνωκότες ἔμοιγε δοκεῖτἐ, ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα· ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότʼ ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι.
2 ἔστιν μὲν οὖν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι, νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας. ἄξιον δʼ ἡσθῆναι τῷ παρόντι καιρῷ· συμβήσεται γὰρ ὑμῖν, ἂν ἃ χρὴ βουλεύσησθʼ ὑπὲρ αὐτοῦ, τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι.
28 ΚΗ

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi