Thesauros Edebiyat Hitabet ἐρωτικὸς

ἐρωτικὸς

ἐρωτικὸς Demosthenes
47 καὶ τούτων οὐδὲν ἀλόγως ἀποβέβηκεν· πολὺ γὰρ ἄν ἦν ἀτοπώτερον, εἰ τὰ μὲν μικρὰ διʼ ἐπιστήμης καὶ μελέτης ἠναγκαζόμεθʼ ἐπιτελεῖν, τὰ δὲ μέγιστʼ ἄνευ ταύτης τῆς πραγματείας ἠδυνάμεθα πράττειν. περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οὐδὲ γὰρ ἐξ ἀρχῆς ὡς παντελῶς ἀπείρως ἔχοντός σου περὶ αὐτῶν ἐμνήσθην, ἀλλʼ ἡγούμενος τὰς τοιαύτας παρακλήσεις τοὺς μὲν ἀγνοοῦντας προτρέπειν, τοὺς δʼ εἰδότας παροξύνειν.
48 μηδὲν δʼ ὑπολάβῃς τοιοῦτον, ὡς ἄρʼ ἐγὼ ταῦτʼ εἴρηκα διδάξειν αὐτὸς ἐπαγγελλόμενός σέ τι τούτων· οὐ γὰρ ἂν αἰσχυνθείην εἰπὼν ὅτι πολλὰ μαθεῖν αὐτὸς ἔτι δέομαι, καὶ μᾶλλον ἀγωνιστὴς προῄρημαι τῶν πολιτικῶν ἢ διδάσκαλος εἶναι τῶν ἄλλων. οὐχ ὡς ἀναινόμενος δὲ ταῦτα διορθοῦμαι τὴν τῶν σοφιστεύειν ἑλομένων δόξαν, ἀλλʼ ὅτι τἀληθὲς τοῦτον ἔχον τυγχάνει τὸν τρόπον·
49 ἐπεὶ σύνοιδά γε πολλοὺς μὲν ἐξ ἀδόξων καὶ ταπεινῶν ἐπιφανεῖς διὰ τῆς πραγματείας ταύτης γεγενημένους, Σόλωνα δὲ καὶ ζῶντα καὶ τελευτήσαντα μεγίστης δόξης ἠξιωμένον· ὃς οὐκ ἀπεληλαμένος τῶν ἄλλων τιμῶν, ἀλλὰ τῆς μὲν ἀνδρείας τὸ πρὸς Μεγαρέας τρόπαιον ὑπόμνημα καταλιπών, τῆς δʼ εὐβουλίας τὴν Σαλαμῖνος κομιδήν,
50 τῆς δʼ ἄλλης συνέσεως τοὺς νόμους, οἷς ἔτι καὶ νῦν οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι διατελοῦσιν, ὅμως τοσούτων αὐτῷ καλῶν ὑπαρχόντων, ἐπʼ οὐδενὶ μᾶλλον ἐσπούδασεν ἢ τῶν ἑπτὰ σοφιστῶν ὅπως γένηται, νομίζων τὴν φιλοσοφίαν οὐκ ὄνειδος, ἀλλὰ τιμὴν τοῖς χρωμένοις φέρειν, καλῶς ἐγνωκὼς αὐτὸ τοῦτʼ οὐχ ἧττον ἢ καὶ τἄλλʼ ἐφʼ οἷς διήνεγκεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi