27
οὐ γὰρ δὴ διὰ τὸν τρόπον γε τὸν τοῦ φεύγοντος καὶ τὸν βίον ψευδεῖς ὑπολήψεσθε τὰς μαρτυρίας τὰς ἀνεγνωσμένας εἶναι. πολὺ γὰρ ἐκ τοῦ τρόπου σαφέστερον ἐπιδείκνυται Θεοκρίνης τοιοῦτος ὢν ἢ διὰ τῶν εἰρημένων. τί γὰρ οὐ πεποίηκεν οὗτος ὧν ἂν πονηρὸς καὶ συκοφάντης ἄνθρωπος ποιήσειεν; οὐ διὰ μὲν τὴν τούτου πονηρίαν ἁδελφὸς αὐτοῦ θεσμοθετῶν καὶ τούτῳ χρώμενος συμβούλῳ τοιοῦτος ἔδοξε παρʼ ὑμῖν ἄνθρωπος εἶναι, ὥστε οὐ μόνον αὐτὸς ἀπεχειροτο- νήθη τῶν ἐπιχειροτονιῶν οὐσῶν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἅπασαν ἐποίησεν; καὶ εἰ μὴ δεομένων αὐτῶν καὶ ἱκετευόντων, καὶ λεγόντων ὡς οὐκέτι πρόσεισιν Θεοκρίνης πρὸς τὴν ἀρχήν, ἐπείσθηθʼ ὑμεῖς καὶ πάλιν ἀπέδοτε τοὺς στεφάνους αὐτοῖς, πάντων ἂν αἴσχιστα οἱ συνάρχοντες ἐπεπόνθεσαν;
28
καὶ τούτων οὐδέν με δεῖ μάρτυρας ὑμῖν παρασχέσθαι· πάντες γὰρ ἴστε τοὺς ἐπὶ Λυκίσκου ἄρχοντος θεσμοθέτας ἀποχειροτονηθέντας ἐν τῷ δήμῳ διὰ τοῦτον. ὧν ἀναμιμνῃσκομένους ὑμᾶς χρὴ τὸν αὐτὸν ὑπολαμβάνειν εἶναι τοῦτον καὶ πρότερον καὶ νῦν. οὐ πολλῷ τοίνυν χρόνῳ ὕστερον τῆς ἀποχειροτονίας, τελευτήσαντος αὐτῷ τοῦ ἀδελφοῦ βιαίῳ θανάτῳ, τοιοῦτος ἐγένετο περὶ αὐτὸν οὗτος, ὥστε ζητήσας τοὺς δράσαντας καὶ πυθόμενος οἵτινες ἦσαν, ἀργύριον λαβὼν ἀπηλλάγη.