Thesauros Edebiyat Hitabet ἔφεσις πρὸς Εὐβουλίδην

ἔφεσις πρὸς Εὐβουλίδην

ἔφεσις πρὸς Εὐβουλίδην Demosthenes
17 νῦν δὲ τί δίκαιον νομίζω καὶ τί παρεσκεύασμαι ποιεῖν, ἄνδρες δικασταί; δεῖξαι πρὸς ὑμᾶς ἐμαυτὸν Ἀθηναῖον ὄντα καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρός, καὶ μάρτυρας τούτων, οὓς ὑμεῖς ἀληθεῖς φήσετʼ εἶναι, παρασχέσθαι, τὰς δὲ λοιδορίας καὶ τὰς αἰτίας ἀνελεῖν· ὑμᾶς δʼ ἀκούσαντας τούτων, ἐὰν μὲν ὑμῖν πολίτης ὢν κατεστασιάσθαι δοκῶ, σῴζειν, εἰ δὲ μή, πράττειν ὁποῖον ἄν τι ὑμῖν εὐσεβὲς εἶναι δοκῇ. ἄρξομαι δʼ ἐντεῦθεν.
18 διαβεβλήκασι γάρ μου τὸν πατέρα, ὡς ἐξένιζεν· καὶ ὅτι μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων ὑπὸ τὸν Δεκελεικὸν πόλεμον καὶ πραθεὶς εἰς Λευκάδα, Κλεάνδρῳ περιτυχὼν τῷ ὑποκριτῇ πρὸς τοὺς οἰκείους ἐσώθη δεῦρο πολλοστῷ χρόνῳ, παραλελοίπασιν, ὥσπερ δὲ δέον ἡμᾶς διʼ ἐκείνας τὰς ἀτυχίας ἀπολέσθαι, τὸ ξενίζειν αὐτοῦ κατηγορήκασιν.
19 ἐγὼ δʼ ἐξ αὐτῶν τούτων μάλιστʼ οἶμαι ὑμῖν ἐμαυτὸν Ἀθηναῖον ὄντʼ ἐπιδείξειν. καὶ πρῶτον μὲν ὡς ἑάλω καὶ ἐσώθη, μάρτυρας ὑμῖν παρέξομαι, ἔπειθʼ ὅτι ἀφικόμενος τῆς οὐσίας παρὰ τῶν θείων τὸ μέρος μετέλαβεν, εἶθʼ ὅτι οὔτʼ ἐν τοῖς δημόταις οὔτʼ ἐν τοῖς φράτερσιν οὔτʼ ἄλλοθι οὐδαμοῦ τὸν ξενίζοντʼ οὐδεὶς πώποτʼ ᾐτιάσαθʼ ὡς εἴη ξένος. καί μοι λαβὲ τὰς μαρτυρίας.
19 ΜΑΡΤΥΡΙΑΙ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi