32
καίτοι τίς ἂν οἰκέτης τὸ τοῦ δεσπότου χωρίον περιοικοδομήσειεν μὴ προστάξαντος τοῦ δεσπότου; Καλλάρῳ δʼ ἕτερον ἐγκαλεῖν οὐδὲν ἔχοντες, ὑπὲρ ὧν ὁ πατὴρ πλέον ἢ πεντεκαίδεκʼ ἔτη φράξας ἐπεβίω δικάζονται. κἂν μὲν ἐγὼ τῶν χωρίων ἀποστῶ τούτοις ἀποδόμενος ἢ πρὸς ἕτερα χωρία ἀλλαξάμενος, οὐδὲν ἀδικεῖ Κάλλαρος· ἂν δʼ ἐγὼ μὴ βούλωμαι τἀμαυτοῦ τούτοις προέσθαι, πάντα τὰ δεινόταθʼ ὑπὸ Καλλάρου πάσχουσιν οὗτοι, καὶ ζητοῦσιν καὶ διαιτητὴν ὅστις αὐτοῖς τὰ χωρία προσκαταγνώσεται, καὶ διαλύσεις τοιαύτας ἐξ ὧν τὰ χωρίʼ ἕξουσιν.
33
εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, τοὺς ἐπιβουλεύοντας καὶ συκοφαντοῦντας δεῖ πλέον ἔχειν, οὐδὲν ἂν ὄφελος εἴη τῶν εἰρημένων· εἰ δʼ ὑμεῖς τοὺς μὲν τοιούτους μισεῖτε, τὰ δὲ δίκαια ψηφίζεσθε, μήτʼ ἀπολωλεκότος Καλλικλέους μηδὲν μήτʼ ἠδικημένου μήθʼ ὑπὸ Καλλάρου μήθʼ ὑπὸ τοῦ πατρός, οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν.
34
ἵνα δʼ εἰδῆθʼ ὅτι καὶ πρότερον ἐπιβουλεύων μου τοῖς χωρίοις τὸν ἀνεψιὸν κατεσκεύασεν, καὶ νῦν τὴν ἑτέραν αὐτὸς κατεδιῃτήσατο Καλλάρου ταύτην τὴν δίκην, ἐπηρεάζων ἐμοὶ διότι τὸν ἄνθρωπον περὶ πολλοῦ ποιοῦμαι, καὶ Καλλικράτης Καλλάρῳ πάλιν εἴληχεν ἑτέραν, ἁπάντων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.
34
ΜΑΡΤΥΡΙΑΙ.