Thesauros Edebiyat Hitabet κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ Demosthenes
87 ἣν τοίνυν ὑμῶν ἂν ἕκαστος δίκην ἀξιώσειε λαβεῖν, ταύτην νομίζετε κἀμοὶ προσήκειν νῦν· καὶ τὸν ἀφῃρημένον τῷ μαρτυρῆσαι τὰ ψευδῆ καὶ ὑπὲρ τῶν νόμων καὶ ὑπὲρ τῶν ὅρκων οὓς ὀμωμοκότες δικάζετε, τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις, μνημονεύοντες πάνθʼ ὅσʼ ἀκηκόαθʼ ἡμῶν, καὶ φυλάττοντες, ἐὰν παράγειν ἐπιχειρῶσιν ὑμᾶς, πρὸς ἕκαστον ἀπαντῶντες· ἐὰν μὴ φῶσιν ἅπαντα μεμαρτυρηκέναι, τί οὖν ἐν τῷ γραμματείῳ γέγραπται; τί οὖν οὐ τότʼ ἀπηλείφου;
88 τίς ἡ παρὰ τοῖς ἄρχουσιν ἀντιγραφή; ἐὰν μεμαρτυρηκέναι τὸν μὲν ἐπιτροπευθῆναι κατὰ διαθήκας, τὸν δʼ ἐπιτροπεῦσαι, τὸν δʼ ἔχειν, ποίας; ἐν αἷς τί γέγραπται; ταῦτʼ ἐρωτᾶτε· ἃ γὰρ οὗτοι μεμαρτυρήκασιν, οὐδεὶς ἐκείνων προσμεμαρτύρηκεν. ἐὰν δʼ ὀδύρωνται, τὸν πεπονθότʼ ἐλεινότερον τῶν δωσόντων δίκην ἡγεῖσθε. ταῦτα γὰρ ἂν ποιῆτε, ἐμοί τε βοηθήσετε, καὶ τούτους τῆς ἄγαν κολακείας ἐπισχήσετε, καὶ αὐτοὶ τὰ εὔορκʼ ἔσεσθʼ ἐψηφισμένοι.
← Önceki 29 / 29

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi