66
ταῦτα μέντοι τὰ τοσαύτην ἔχοντʼ αἰσχύνην, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τῷ τὴν πόλιν φεύγειν καὶ τὰ ὄντʼ ἀποκρύπτεσθαι προῄρηται πράττειν, ἵνʼ ἐργασίας ἀφανεῖς διὰ τῆς τραπέζης ποιῆται, καὶ μήτε χορηγῇ μήτε τριηραρχῇ μήτʼ ἄλλο μηδὲν ὧν προσήκει ποιῇ. καὶ κατείργασται τοῦτο. τεκμήριον δέ· ἔχων γὰρ οὐσίαν τοσαύτην ὥσθʼ ἑκατὸν μνᾶς ἐπιδοῦναι τῇ θυγατρί, οὐδʼ ἡντινοῦν ἑώραται λῃτουργίαν ὑφʼ ὑμῶν λῃτουργῶν, οὐδὲ τὴν ἐλαχίστην. καίτοι πόσῳ κάλλιον φιλοτιμούμενον ἐξετάζεσθαι καὶ προθυμούμενον εἰς ἃ δεῖ τῇ πόλει, ἢ κολακεύοντα καὶ τὰ ψευδῆ μαρτυροῦντα; ἀλλʼ ἐπὶ τῷ κερδαίνειν πᾶν ἂν οὗτος ποιήσειε.
67
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον ἄξιον ὀργίλως ἔχειν τοῖς μετʼ εὐπορίας πονηροῖς ἢ τοῖς μετʼ ἐνδείας. τοῖς μὲν γὰρ ἡ τῆς χρείας ἀνάγκη φέρει τινὰ συγγνώμην παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις· οἱ δʼ ἐκ περιουσίας, ὥσπερ οὗτος, πονηροὶ οὐδεμίαν πρόφασιν δικαίαν ἔχοιεν ἂν εἰπεῖν, ἀλλʼ αἰσχροκερδίᾳ καὶ πλεονεξίᾳ καὶ ὕβρει καὶ τῷ τὰς αὑτῶν συστάσεις κυριωτέρας τῶν νόμων ἀξιοῦν εἶναι ταῦτα φανήσονται πράττοντες. ὑμῖν δʼ οὐδὲν τούτων συμφέρει, ἀλλὰ τὸν ἀσθενῆ παρὰ τοῦ πλουσίου δίκην, ἂν ἀδικῆται, δύνασθαι λαβεῖν. ἔσται δὲ τοῦτο, ἐὰν κολάζητε τοὺς φανερῶς οὕτως ἐξ εὐπορίας πονηρούς.