Thesauros Edebiyat Hitabet κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ Demosthenes
64 ἐπειδὴ δʼ ἀπώλετʼ ἐκεῖνος καὶ τῶν ὄντων ἐξέστη, οὐχ ἥκισθʼ ὑπὸ τούτου καὶ τῶν τοιούτων διαφορηθείς, τῷ μὲν υἱεῖ τῷ τούτου πολλῶν πραγμάτων ὄντων οὐ παρέστη πώποτε, οὐδʼ ἐβοήθησεν, ἀλλʼ Ἀπόληξις καὶ Σόλων καὶ πάντες ἄνθρωποι μᾶλλον βοηθοῦσι· Φορμίωνα δὲ πάλιν ἑόρακεν καὶ τούτῳ γέγονεν οἰκεῖος, ἐξ Ἀθηναίων ἁπάντων τοῦτον ἐκλεξάμενος, καὶ ὑπὲρ τούτου πρεσβευτὴς μὲν ᾤχετʼ εἰς Βυζάντιον πλέων, ἡνίκʼ ἐκεῖνοι τὰ πλοῖα τὰ τούτου κατέσχον, τὴν δὲ δίκην ἔλεγεν τὴν πρὸς τοὺς Καλχηδονίους, τὰ ψευδῆ δʼ ἐμοῦ φανερῶς οὕτως καταμεμαρτύρηκεν.
65 εἶθʼ ὃς εὐτυχούντων ἐστὶ κόλαξ, κἂν ἀτυχῶσι, τῶν αὐτῶν τούτων προδότης, καὶ τῶν μὲν ἄλλων πολιτῶν πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων μηδενὶ μηδʼ ἐξ ἴσου χρῆται, τοῖς δὲ τοιούτοις ἐθελοντὴς ὑποπίπτει, καὶ μήτʼ εἴ τινα τῶν οἰκείων ἀδικήσει μήτʼ εἰ παρὰ τοῖς ἄλλοις φαύλην δόξαν ἕξει ταῦτα ποιῶν μήτʼ ἄλλο μηδὲν σκοπεῖ, πλὴν ὅπως τι πλέον ἕξει, τοῦτον οὐ μισεῖν ὡς κοινὸν ἐχθρὸν τῆς φύσεως ὅλης τῆς ἀνθρωπίνης προσήκει; ἔγωγʼ ἂν φαίην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi