Thesauros Edebiyat Hitabet κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄

κατὰ Στεφάνου ψευδομαρτυριῶν α΄ Demosthenes
4 δίκην μὲν οὐχ οἷός τʼ ἦν ἰδίαν λαχεῖν (οὐ γὰρ ἦσαν ἐν τῷ τότε καιρῷ δίκαι, ἀλλʼ ἀνεβάλλεσθʼ ὑμεῖς διὰ τὸν πόλεμον), γραφὴν δʼ ὕβρεως γράφομαι πρὸς τοὺς θεσμοθέτας αὐτόν. χρόνου δὲ γιγνομένου, καὶ τῆς μὲν γραφῆς ἐκκρουομένης, δικῶν δʼ οὐκ οὐσῶν, γίγνονται παῖδες ἐκ τούτου τῇ μητρί. καὶ μετὰ ταῦτα (εἰρήσεται γὰρ ἅπασα πρὸς ὑμᾶς ἡ ἀλήθειʼ, ὦ ἄνδρες δικασταί) πολλοὶ μὲν καὶ φιλάνθρωποι λόγοι παρὰ τῆς μητρὸς ἐγίγνοντο καὶ δεήσεις ὑπὲρ Φορμίωνος τουτουί, πολλοὶ δὲ καὶ μέτριοι καὶ ταπεινοὶ παρʼ αὐτοῦ τούτου.
5 ἵνα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, συντέμω ταῦτα, ἐπειδὴ ποιεῖν τʼ οὐδὲν ᾤετο δεῖν ὧν τόθʼ ὡμολόγησεν, καὶ τὰ χρήματʼ ἀποστερεῖν ἐνεχείρησεν ἃ τῆς τραπέζης εἶχεν ἀφορμήν, δίκην ἠναγκάσθην αὐτῷ λαχεῖν, ἐπειδὴ τάχιστʼ ἐξουσία ἐγένετο. γνοὺς δʼ οὗτος ὅτι πάντʼ ἐξελεγχθήσεται καὶ κάκιστος ἀνθρώπων περὶ ἡμᾶς γεγονὼς ἐπιδειχθήσεται, μηχανᾶται καὶ κατασκευάζει ταῦτα, ἐφʼ οἷς Στέφανος οὑτοσὶ τὰ ψευδῆ μου κατεμαρτύρησε. καὶ πρῶτον μὲν παρεγράψατο τὴν δίκην ἣν ἔφευγεν Φορμίων μὴ εἰσαγώγιμον εἶναι· ἔπειτα μάρτυρας, ὡς ἀφῆκʼ αὐτὸν τῶν ἐγκλημάτων, παρέσχετο ψευδεῖς, καὶ μισθώσεώς τινος ἐσκευωρημένης καὶ διαθήκης οὐδεπώποτε γενομένης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi