Thesauros Edebiyat Hitabet πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου Demosthenes
75 ὁ ἄρχων ἐπιμελείσθω τῶν ὀρφανῶν καὶ τῶν ἐπικλήρων καὶ τῶν οἴκων τῶν ἐξερημουμένων καὶ τῶν γυναικῶν, ὅσαι μένουσιν ἐν τοῖς οἴκοις τῶν ἀνδρῶν τῶν τεθνηκότων φάσκουσαι κυεῖν. τούτων ἐπιμελείσθω καὶ μὴ ἐάτω ὑβρίζειν μηδένα περὶ τούτους. ἐὰν δέ τις ὑβρίζῃ ἢ ποιῇ τι παράνομον, κύριος ἔστω ἐπιβάλλειν κατὰ τὸ τέλος. ἐὰν δὲ μείζονος ζημίας δοκῇ ἄξιος εἶναι, προσκαλεσάμενος πρόπεμπτα καὶ τίμημα ἐπιγραψάμενος, ὅ τι ἂν δοκῇ αὐτῷ, εἰσαγέτω εἰς τὴν ἡλιαίαν. ἐὰν δʼ ἁλῷ, τιμάτω ἡ ἡλιαία περὶ τοῦ ἁλόντος, ὅ τι χρὴ αὐτὸν παθεῖν ἢ ἀποτεῖσαι.
76 πῶς ἂν μᾶλλον ἐξερημώσαιεν ἄνθρωποι οἶκον, ἢ εἴ τινες τούς τε γένει ὄντας ἐγγυτάτω Ἁγνίᾳ, τούτους ἐξελαύνοιεν ἐξ ἑτέρου οἴκου ὄντες, τοῦ Στρατίου, καὶ πάλιν εἰ τὸν μὲν κλῆρον ἀξιοῖ ἔχειν τὸν Ἁγνίου ὡς γένει προσήκων, τὸ δʼ ὄνομα, ὅ ἐστιν αὐτῷ, μὴ ὅτι ἐκ τοῦ Ἁγνίου οἴκου, ἀλλʼ οὐδʼ ἐκ τοῦ Στρατίου ἐστὶν τοῦ ἑαυτοῦ προγόνου, οὐδὲ τῶν ἄλλων ἀπογόνων τῶν Βουσέλου, τοσούτων γενομένων, οὐδενὸς ἔχει τὸ ὄνομα;
77 ἀλλὰ πόθεν δή ἐστι τὸ ὄνομα ὁ Μακάρτατος; ἐκ τῶν πρὸς μητρός. εἰσεποιήθη γὰρ οὗτος εἰς τὸν οἶκον τὸν Μακαρτάτου τοῦ Προσπαλτίου, ἀδελφοῦ ὄντος τῆς μητρὸς τῆς τούτου, καὶ ἔχει καὶ ἐκεῖνον τὸν οἶκον. καὶ οὕτως ἐστὶν ὑβριστής, ὥστε γενομένου αὐτῷ υἱέος τοῦ μὲν εἰσαγαγεῖν εἰς τὸν οἶκον τὸν Ἁγνίου υἱὸν τῷ Ἁγνίᾳ ἐπελάθετο, καὶ ταῦτα ἔχων τὸν κλῆρον τὸν Ἁγνίου καὶ φάσκων πρὸς ἀνδρῶν αὐτῷ προσήκειν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi