Thesauros Edebiyat Hitabet πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου

πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου Demosthenes
37 μαρτυρεῖ τὸν πατέρα τῆς ἑαυτοῦ γυναικὸς Καλλίστρατον ἀνεψιὸν εἶναι ἐκ πατραδέλφων Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου καὶ Χαριδήμῳ τῷ πατρὶ τῷ Θεοπόμπου, τὴν δὲ μητέρα τὴν ἑαυτοῦ ἀνεψιοῦ παῖδα εἶναι Πολέμωνι, καὶ λέγειν τὴν μητέρα τὴν αὑτῶν πρὸς αὑτοὺς πολλάκις, ὅτι Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου ἀδελφὴ ἦν Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου ὁμοπατρία καὶ ὁμομητρία, καὶ ὅτι ἀδελφὸς οὐδεὶς πώποτε γένοιτο Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου.
38 τὸ πρότερον, ὦ ἄνδρες δικασταί, ὅτε συνώμοσαν ἀλλήλοις οὗτοι καὶ συστάντες ἠγωνίζοντο πολλοὶ ὄντες πρὸς τὴν γυναῖκα, ἡμεῖς μέν, ὦ ἄνδρες δικασταί, οὔτε μαρτυρίας ἐγράψαμεν περὶ τῶν ὁμολογουμένων, οὔτε μάρτυρας προσεκαλεσάμεθα, ἀλλʼ ᾠόμεθα ταῦτά γε ἀδεῶς ὑπάρχειν ἡμῖν· οὗτοι δὲ τά τε ἄλλα πολλὰ καὶ ἀναίσχυντα παρεσκευάσαντο εἰς τὸν ἀγῶνα, καὶ ἔμελεν αὐτοῖς οὐδὲν πλὴν τοῦ ἐξαπατῆσαι ἐν τῷ παρόντι τότε καιρῷ τοὺς δικαστάς,
39 οἵτινες κατεχρῶντο ὡς τῷ Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου τὸ παράπαν οὐδεμία γένοιτο ἀδελφὴ ὁμοπατρία καὶ ὁμομητρία· οὕτως ἦσαν ἀναίσχυντοι καὶ βδελυροί, τηλικουτονὶ πρᾶγμα παρακρουόμενοι τοὺς δικαστὰς καὶ οὑτωσὶ περιφανές, καὶ ἐσπούδαζον καὶ ἠγωνίζοντο περὶ τούτου μάλιστα. ἡμεῖς δέ γε νυνὶ μάρτυρας ὑμῖν τοσουτουσὶ παρεσχήμεθα περὶ τῆς Πολέμωνος ἀδελφῆς, τηθίδος δὲ Ἁγνίου.
40 τούτῳ δʼ ὁ βουλόμενος μαρτυρησάτω, ἢ ὡς οὐκ ἦσαν ἀδελφοὶ ὁμοπάτριοι καὶ ὁμομήτριοι Πολέμων καὶ Φυλομάχη, ἢ ὅτι οὐκ ἦν ὁ μὲν Πολέμων υἱός, ἡ δὲ Φυλομάχη θυγάτηρ Ἁγνίου τοῦ Βουσέλου υἱέος, ἢ ὅτι ὁ Πολέμων οὐκ ἦν πατὴρ Ἁγνίου, οὗ ἐστιν ὁ κλῆρος, οὐδʼ ἡ ἀδελφὴ ἡ Πολέμωνος Φυλομάχη τηθίς,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi