35
ἀναγίγνωσκε τὰς μαρτυρίας τὰς ὑπολοίπους, πρῶτον μὲν ὅτι ἡ Φυλομάχη ἡ τοῦ Ἁγνίου τηθὶς ἀδελφὴ ἦν ὁμοπατρία καὶ ὁμομητρία τῷ Πολέμωνι τῷ Ἁγνίου πατρί· ἔπειτα τὰς ἄλλας ἁπάσας ἀναγνώσεται τὰς περὶ τοῦ γένους.
35
ΜΑΡΤΥΡΙΑΙ.
35
μαρτυροῦσι δημόται εἶναι Φιλάγρῳ τῷ Εὐβουλίδου πατρὶ καὶ Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, καὶ εἰδέναι Φυλομάχην τὴν μητέρα τὴν Εὐβουλίδου νομιζομένην ἀδελφὴν εἶναι Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου ὁμοπατρίαν καὶ ὁμομητρίαν, καὶ μηδενὸς πώποτʼ ἀκοῦσαι ὡς γένοιτο ἀδελφὸς Πολέμωνι τῷ Ἁγνίου.
35
ΑΛΛΗ.
36
μαρτυροῦσιν Οἰνάνθην, τὴν μητέρα τοῦ πάππου τοῦ ἑαυτῶν Στρατωνίδου, ἀνεψιὰν εἶναι ἐκ πατραδέλφων Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, καὶ ἀκούειν τοῦ πατρὸς τοῦ ἑαυτῶν, ὅτι Πολέμωνι ἀδελφὸς οὐδεὶς γένοιτο πώποτε, τῷ πατρὶ τῷ Ἁγνίου, ἀδελφὴ δὲ Φυλομάχη ὁμοπατρία καὶ ὁμομητρία, ἡ μήτηρ ἡ Εὐβουλίδου τοῦ πατρὸς τοῦΦυλομάχης τῆς Σωσιθέου γυναικός.
36
ΑΛΛΗ.
36
μαρτυρεῖ συγγενὴς εἶναι καὶ φράτηρ καὶ δημότης Ἁγνίᾳ καὶ Εὐβουλίδῃ, καὶ ἀκούειν τοῦ πατρὸς τοῦ ἑαυτῶν καὶ τῶν ἄλλων συγγενῶν, ὅτι ἀδελφὸς οὐδεὶς ἐγένετο Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, ἀδελφὴ δʼ ὁμοπατρία καὶ ὁμομητρία Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου τοῦ πατρὸς τοῦ Φυλομάχης τῆς Σωσιθέου γυναικός.
36
ΑΛΛΗ.
37
μαρτυρεῖ πάππον εἶναι ἑαυτοῦ Ἀρχίμαχον καὶ ποιήσασθαι ἑαυτὸν υἱόν, καὶ εἶναι αὐτὸν συγγενῆ Πολέμωνι τῷ πατρὶ τῷ Ἁγίου, καὶ ἀκούειν Ἀρχιμάχου καὶ τῶν ἄλλων συγγενῶν, ὅτι ἀδελφὸς οὐδεὶς πώποτʼ ἐγένετο Πολέμωνι τῷ πατρὶ τῷ Ἁγνίου, ἀδελφὴ δʼ ὁμοπατρία καὶ ὁμομητρία Φυλομάχη ἡ μήτηρ ἡ Εὐβουλίδου τοῦ πατρὸς τοῦ Φυλομάχης τῆς Σωσιθέου γυναικός.
37
ΑΛΛΗ.