Thesauros Edebiyat Hitabet πρὸς Φαίνιππον περὶ ἀντιδόσεως

πρὸς Φαίνιππον περὶ ἀντιδόσεως

πρὸς Φαίνιππον περὶ ἀντιδόσεως Demosthenes
14 Φαίνιππος τοίνυν, ὥσπερ τοῦ νόμου προστάττοντος μηδὲν ποιεῖν ὧν ἂν ὁμολογήσῃ τις, ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ὡμολόγησεν ἐπί τε τὰς διαλύσεις ἀπαντήσεσθαι καὶ τὴν ἀπόφασίν μοι τὴν αὑτοῦ δώσειν καὶ τὴν παρʼ ἐμοῦ λήψεσθαι, οὐδεπώποτʼ ἀπήντησεν· ἀλλʼ ἐγὼ μὲν ἐπειδὴ τοῦτον ἑώρων οὐ προσέχοντά μοι τὸν νοῦν οὐδὲ τοῖς νόμοις, εἰς τὸ στρατήγιον ἔδωκα τὴν ἀπόφασιν, οὗτος δέ, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, πρῴην ἔδωκέ μοι βιβλίον, οὐδὲν ἄλλο βουλόμενος ἢ δοκεῖν μὲν δεδωκέναι τὴν ἀπόφασιν, μὴ ἔχειν δέ με τοῖς ἐν αὐτῷ γεγραμμένοις ὅ τι χρήσομαι.
15 χρὴ δʼ, ὦ ἄνδρες δικασταί, μὴ τοῖς ἰσχυροτέραν νομίζουσι τῶν νόμων τὴν αὑτῶν βδελυρίαν εἶναι, πλέον τούτοις τοῦ δικαίου νέμειν (εἰ δὲ μή, πολλοὺς ποιήσετε τοὺς καταγελῶντας τῶν ἐν τοῖς νόμοις δικαίων γεγραμμένων), ἀλλʼ ἐκείνοις βοηθεῖν, οἵτινες ἂν τὴν τῶν νόμων φωνὴν ὑμετέραν εἶναι νομίζωσι, καὶ τὴν ἡμέραν ταύτην, τὴν εἰς τὸ δικαστήριον, ὑπὲρ τῶν ἠδικημένων εἶναι νομίζωσιν, μὴ τῶν ἠδικηκότων.
16 λέγε τῶν ἀρτίως εἰρημένων τὰς μαρτυρίας καὶ τοὺς νόμους.
16 ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΙ.
16 τοιαῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, πεπονθὼς ἐγὼ ὑπὸ Φαινίππου ἀπεγραψάμην πρὸς τοὺς στρατηγοὺς ταύτην τὴν ἀπογραφήν. λέγε.
16 ΑΠΟΓΡΑΦΗ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi