Thesauros Edebiyat Hitabet πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος

πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος

πρὸς Βοιωτὸν περὶ τοῦ Ὀνόματος Demosthenes
40 ἀλλὰ μὴν ὧν γʼ ἂν μὴ ὦσι νόμοι, γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκατε, ὥστʼ εἰ μηδεὶς ἦν περὶ τούτων κείμενος νόμος, κἂν οὕτω δικαίως πρὸς ἐμοῦ τὴν ψῆφον ἔθεσθε. τίς γάρ ἐστιν ὑμῶν ὅστις ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν τέθειται δυοῖν; τίς δʼ, ᾧ μήπω παῖδες εἰσί, θήσεται;
41 οὐδεὶς δήπου. οὐκοῦν ὃ δίκαιον τῇ γνώμῃ τοῖς ὑμετέροις αὐτῶν παισὶν ὑπειλήφατε, τοῦτο καὶ περὶ ἡμῶν εὐσεβὲς γνῶναι. ὥστε καὶ κατὰ τὴν δικαιοτάτην γνώμην καὶ κατὰ τοὺς νόμους καὶ κατὰ τοὺς ὅρκους καὶ κατὰ τὴν τούτου προσομολογίαν ἐγὼ μὲν μέτριʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δέομαι καὶ δίκαιʼ ἀξιῶ, οὗτος δʼ οὐ μόνον οὐ μέτρια, ἀλλʼ οὐδʼ εἰωθότα γίγνεσθαι.
← Önceki 13 / 13

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi