Thesauros Edebiyat Hitabet παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην Demosthenes
22 καὶ τοῦθʼ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστʼ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ φανερῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτʼ αἰδέσηται καὶ ἀφῇ, οὐκέτʼ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν. εἶθʼ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται; μηδαμῶς. οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλυθήσεται.
23 οὐκ ἐμίσθωσαν ἡμῶν τὸν οἶκον, ἴσως ἐροῦσιν. οὐ γὰρ ἐβούλεθʼ ὁ θεῖος ὑμῶν Ξενοπείθης, ἀλλὰ φήναντος Νικίδου τοὺς δικαστὰς ἔπεισεν ἐᾶσαι αὑτὸν διοικεῖν· καὶ ταῦτʼ ἴσασιν πάντες. πολλὰ διήρπασαν ἡμῶν ἐκεῖνοι. οὐκοῦν ἣν ἐπείσθητέ γε, τούτων δίκην παρʼ αὐτῶν ἔχετε, καὶ οὐ δήπουθεν πάλιν δεῖ λαβεῖν ὑμᾶς παρʼ ἐμοῦ.
24 ἵνα δὲ μηδʼ οἴησθʼ εἶναί τι ταῦτα, ἔστι μὲν οὐκ ἴσον (πῶς γάρ;) πρὸς τοὺς πράξαντας διαλυσαμένους τῶν οὐκ εἰδότων κατηγορεῖν, ὅμως μέντοι, ὦ Ξενοπείθη καὶ Ναυσίμαχε, εἰ μεγάλʼ ὑμῖν καὶ θαυμάστʼ εἶναι τὰ δίκαια ταῦθʼ ὑπολαμβάνετε, ἀποδόντες τὰ τρία τάλαντα περαίνετε. ὧν δὲ τοῦ μὴ κατηγορῆσαι τοσαῦτα χρήματʼ ἐπράξασθε, πρὶν ἂν ταῦτʼ ἀποδῶτε, σιωπᾶν ἐστὲ δίκαιοι, καὶ μὴ κατηγορεῖν καὶ ἔχειν· ἔσχατον γὰρ ἤδη πραγμάτων τοῦτό γε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi