Thesauros Edebiyat Hitabet παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην

παραγραφὴ πρὸς Ναυσίμακον καὶ Ξενοπείθην Demosthenes
12 σκοπεῖτε δὴ τοῦθʼ οὑτωσί. ὤφειλεν Ἑρμῶναξ στατῆρας ἑκατὸν παρὰ Ναυσικράτους λαβὼν τούτοις. τούτων Ἀρίσταιχμος ἐπίτροπος καὶ κηδεμὼν ἐγένεθʼ ἑκκαίδεκʼ ἔτη. οὐκοῦν ἅ γε τούτων ἀνδρῶν γεγονότων διʼ ἑαυτοῦ διέλυε χρήμαθʼ ὁ Ἑρμῶναξ, οὐκ ἀπέδωκεν ὅτʼ ἦσαν παῖδες· οὐ γὰρ δίς γε ταὐτὰ κατετίθει. ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἄτοπος, ὥσθʼ ἃ τοὺς κυρίους διεκρούσατο μὴ καταθεῖναι τοσοῦτον χρόνον, ταῦτα τῷ μὴ κυρίῳ πέμψαντι γράμμαθʼ ἑκὼν ἀποδοῦναι; ἐγὼ μὲν οὐκ οἶμαι.
13 ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, καὶ ὁ μὲν πατὴρ ἐτελεύτησεν εὐθέως μετὰ τὰς διαλύσεις, τῷ Δημαρέτῳ δʼ οὐδεπώποθʼ οὗτοι τούτων τῶν χρημάτων δίκην ἔλαχον, οὐδʼ ὅλως ἐξέπλευσεν ἐκεῖνος οὐδʼ ἀπεδήμησεν ἐκεῖσε, λαβὲ τὰς μαρτυρίας.
13 ΜΑΡΤΥΡΙΑΙ.
14 ὅτι μὲν τοίνυν οὔθʼ ὁ πατὴρ μετὰ τὴν ἄφεσιν τὰ χρήματʼ εἰσέπραξεν, οὔτʼ ἂν ἔδωκεν ἑκὼν οὐδείς, εἴ τινʼ ἔπεμψεν ὁ Δημάρετος, οὔτʼ ἀνέπλευσεν αὐτὸς οὐδʼ ἀφίκετʼ ἐκεῖσε, δῆλον ἐκ τῶν χρόνων καὶ τῶν μαρτυριῶν ὑμῖν γέγονεν. βούλομαι τοίνυν καὶ ὅλως ψευδομένους αὐτοὺς ὅλον τὸ πρᾶγμʼ ἐπιδεῖξαι. οὗτοι γὰρ γεγράφασιν εἰς ὃ νῦν ἔγκλημα διώκουσιν, ὀφείλειν ἡμᾶς τὸ ἀργύριον κομισαμένου τοῦ πατρὸς καὶ παραδόντος αὐτοῖς τοῦτο τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς ὀφειλόμενον. καί μοι λέγʼ αὐτὸ τὸ ἔγκλημα λαβών.
14 ΕΓΚΛΗΜΑ.
15 ἀκούετε γεγραμμένον ἐν τῷ ἐγκλήματι παραδόντος ἐμοὶ τοῦ Ἀρισταίχμου τὸ χρέως ἐν τῷ λόγῳ τῆς ἐπιτροπῆς. ὅτε τοίνυν ἐλάγχανον τῷ πατρὶ τῆς ἐπιτροπῆς, τἀναντίʼ ἐγράψαντο τούτων· ὡς γὰρ οὐκ ἀποδόντι λόγον τότʼ ἐγκαλοῦντες φαίνονται. λέγʼ αὐτὸ τὸ ἔγκλημα, ὃ τότʼ ἔλαχον τῷ πατρί.
15 ΕΓΚΛΗΜΑ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi