Thesauros Edebiyat Hitabet παραγραφὴ πρὸς Πανταίνετον

παραγραφὴ πρὸς Πανταίνετον

παραγραφὴ πρὸς Πανταίνετον Demosthenes
18 οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός. ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότʼ ἐμαρτύρει οὗτος πρὸς ἔμʼ αὑτῷ μηδὲν ἔγκλημʼ ὑπόλοιπον εἶναι· οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δʼ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δʼ ἐδικάζετο. ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν· ὅμως δὲ λέγʼ αὐτοῖς καὶ τὸν νόμον τουτονί.
18 ΝΟΜΟΣ.
19 ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι. καὶ μὴν ὅτι γʼ ἀμφότερʼ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν. ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων. ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν·
20 καὶ περὶ ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡς ἐξαπατηθὲν τοῦτʼ ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθʼ ἑκάστου γένοιτʼ ἄν τις εἰκότως λόγος. ἃ δʼ αὐτὸς ἐπείσθη καὶ ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδʼ αὑτὸν αἰτιάσασθαι, ὡς οὐ δικαίως ταῦτʼ ἐποίησεν. οἱ μὲν οὖν παρά τι τῶν ἄλλων τούτων δικαζόμενοι τοῖς ὑφʼ ἑτέρων δικαίοις ὡρισμένοις οὐκ ἐμμένουσιν, ὁ δʼ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων τοῖς ὑφʼ ἑαυτοῦ. διὸ πάντων μάλιστʼ ἄξιον τούτοις χαλεπαίνειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi