Thesauros Edebiyat Hitabet παραγραφὴ πρὸς Πανταίνετον

παραγραφὴ πρὸς Πανταίνετον

παραγραφὴ πρὸς Πανταίνετον Demosthenes
59 καὶ τοῦθʼ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστʼ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ σαφῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτʼ αἰδέσηται καὶ ἀφῇ, οὐκέτʼ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν. οὐδέ γʼ, ἂν ὁ παθὼν αὐτὸς ἀφῇ τοῦ φόνου, πρὶν τελευτῆσαι, τὸν δράσαντα, οὐδενὶ τῶν λοιπῶν συγγενῶν ἔξεστʼ ἐπεξιέναι, ἀλλʼ οὓς ἐκπίπτειν καὶ φεύγειν, ἂν ἁλίσκωνται, καὶ τεθνάναι προστάττουσιν οἱ νόμοι, τούτους, ἐὰν ἀφεθῶσιν ἅπαξ, ἁπάντων ἐκλύει τῶν δεινῶν τοῦτο τὸ ῥῆμα.
60 εἶθʼ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται; μηδαμῶς. οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρʼ ὑμῖν τεύξομαι, τοῦτʼ ἔστι δεινότατον, ἀλλʼ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλύσετʼ ἐφʼ ἡμῶν.
← Önceki 19 / 19

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi