39
ὡς μὲν οὖν οὔτʼ ἠδίκηκα τοῦτον οὐδὲν οὔτʼ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, ταῦτʼ ἄν τις σκοπῶν ῥᾳδίως γνοίη. οὐδὲν τοίνυν δίκαιον ἔχων οὐδὲ καθʼ ἓν λέγειν ὑπὲρ ὧν ἐγκαλεῖ, ἀλλὰ καὶ ψευδῆ γεγραφὼς εἰς τὸ ἔγκλημα καὶ περὶ ὧν ἀφῆκε δικαζόμενος, τοῦ ἐξελθόντος μηνός, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ ἔμελλον εἰσιέναι τὴν δίκην, ἤδη τῶν δικαστηρίων ἐπικεκληρωμένων, προσελθὼν καὶ περιστήσας τοὺς μεθʼ ἑαυτοῦ, τὸ ἐργαστήριον τῶν συνεστώτων, πρᾶγμα ποιεῖ πάνδεινον·
40
ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ᾖ ταῦτʼ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμονʼ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός. λαβὼν δʼ ἐγγυητὰς τούτων παρʼ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν (ποῦ γάρ ἐστι δίκαιον,
41
ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύʼ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι;) ἀλλʼ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς (οὕτως εὐθὺς ἦν δῆλος οὐδʼ οἷς αὐτὸς ὡρίσατʼ ἐμμένων δικαίοις)·